< Κατα Ιωαννην 20 >

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
On the first of the Sabbaths Mary Magdalene comes to the sepulcher early in the morning, it being yet dark, and sees the stone having been rolled from the sepulcher.
2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
Then she runs, and comes to Simon Peter, and to the other disciple, whom Jesus loved, and says to them, They have taken away the Lord out of the sepulcher, and we know not where they have placed Him.
3 ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
Then Peter and the other disciple came out, and they were coming to the sepulcher.
4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
And the two were running simultaneously: and the other disciple was running before more rapidly than Peter, and came first to the sepulcher.
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
John looking in sees the grave-clothes lying; and did not come in.
6 ἔρχεται οὖν ⸀καὶΣίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
Then Simon Peter, following him, he came into the sepulcher; and sees the grave-clothes lying,
7 καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον·
and the napkin, which was on His head, not lying with the grave-clothes, but separate in one place, having been rolled up.
8 τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
Then the other disciple also came in, the one having come first to the sepulcher, and saw, and believed;
9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
for they did not yet understand the Scripture, That it behooved Him to rise from the dead.
10 ἀπῆλθον οὖν πάλιν πρὸς ⸀αὑτοὺςοἱ μαθηταί.
Then the disciples departed again to their own comrades.
11 Μαρία δὲ εἱστήκει πρὸς ⸂τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον,
And Mary was standing at the sepulcher without, weeping: then while she was weeping, she looked into the sepulcher;
12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
and sees two angels sitting in white robes, one at the head, and one at the feet, where the body of Jesus lay.
13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
They say to her, Woman, why do you weep? She says to them, Because they have taken away my Lord, and I know not where they have placed Him.
14 ⸀ταῦταεἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν.
Saying these words, she turned backward, and sees Jesus standing, and did not know that He is Jesus.
15 λέγει ⸀αὐτῇἸησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
Jesus says to her, Woman, why are you weeping? whom are you seeking? She, thinking that He is the gardener, says to Him, Sir, if you have taken Him away, tell me where you have placed Him, and I will take Him.
16 λέγει ⸀αὐτῇἸησοῦς· ⸀Μαριάμ στραφεῖσα ἐκείνη λέγει αὐτῷ ⸀Ἑβραϊστί Ραββουνι (ὃ λέγεται Διδάσκαλε).
Jesus says to her, Mary: she turning, says to Him in Hebrew, Rabboni, which is called Teacher.
17 λέγει ⸀αὐτῇἸησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν ⸀πατέρα πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
Jesus says to her, Cling not to me; for I have not ascended to my Father: but go to my brethren, and tell them, I ascend to my Father and your Father, and my God and your God.
18 ἔρχεται ⸀Μαριὰμἡ Μαγδαληνὴ ⸀ἀγγέλλουσατοῖς μαθηταῖς ὅτι ⸀Ἑώρακατὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.
Mary Magdalene comes proclaiming to the disciples, I have seen the Lord; and He spoke these things to her.
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ ⸀μιᾷσαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ ⸀μαθηταὶδιὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν.
Then it being evening, on that day, on the first day of the week, and the doors being shut where the disciples were assembled, on account of the fear of the Jews, Jesus came and stood in their midst, and says to them, Peace be unto you.
20 καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεντὰς χεῖρας καὶ τὴν πλευρὰν ⸀αὐτοῖς ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
And saying this, He shewed them His hands and His side. Then the disciples rejoiced, seeing the Lord.
21 εἶπεν οὖν αὐτοῖς ⸂ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
And Jesus said to them again, Peace be unto you: as the Father hath sent me, I also send you.
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον·
And saying this, He breathed on them, and says to them, Receive ye the Holy Ghost.
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ⸀ἀφέωνταιαὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.
Whose sins you may remit, are remitted unto them; whose sins you may retain, have been retained.
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετʼ αὐτῶν ὅτε ⸀ἦλθενἸησοῦς.
And Thomas, one of the twelve, the one called Didymus, was not with them when Jesus came.
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω ⸂μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Then the other disciples said to him, We have seen the Lord. And he said to them, Unless I may see the print of the nails in His hand, and thrust my finger into the place of the nails, and thrust my hand into His side, I will not believe.
26 Καὶ μεθʼ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετʼ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν.
And after eight days His disciples were again within, and Thomas was with them. Jesus comes, the doors being shut, and stood in the midst, and said, Peace be unto you.
27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
Then He says to Thomas, Bring hither your finger, and see my hands, and bring your hand, and cast it into my side: and be not faithless, but believing.
28 ⸀ἀπεκρίθηΘωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου.
Thomas responded and said to Him, My Lord and my God.
29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Jesus says to him, Because you have seen me, you have believed: happy are those not seeing, and believing.
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν ⸀μαθητῶν ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
Indeed then Jesus also did many other miracles in the presence of His disciples, which have not been written in this book;
31 ταῦτα δὲ γέγραπται ἵνα ⸀πιστεύητεὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
and these have been written in order that you may believe that Jesus Christ is the Son of God; and in order that believing you may have life through His name.

< Κατα Ιωαννην 20 >