< Κατα Ιωαννην 2 >
1 Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
On the third day there was a marriage in Cana of Galilee; and the mother of Jesus was there:
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
and Jesus and His disciples were invited to the marriage.
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν.
And they had no wine, because the wine of the marriage was exhausted. Then the mother of Jesus says to Him, There is no wine.
4 ⸀καὶλέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
And Jesus says to her, What is that to me and to thee? O woman, my hour is not yet come.
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.
His mother says to the servants, Do whatsoever He may say to you.
6 ἦσαν δὲ ἐκεῖ ⸂λίθιναι ὑδρίαι ἓξ ⸂κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
And there were six waterpots of stone sitting there according to the purification of the Jews, containing about two or three firkins. Jesus says to them,
7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
Fill the waterpots with water. They filled them to the brim.
8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ ἤνεγκαν.
And He says to them, Now draw out and carry to the chief ruler of the feast,
9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
and they brought it to him. And when the ruler of the feast tasted the water, having been made wine, and did not know whence it is (but the servants having drawn the water knew), the ruler calls the groom,
10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσιντὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
and says to him, Every man first sets forth the good wine; and when they have drunk freely, the inferior: but thou hast kept the good wine until now.
11 ταύτην ⸀ἐποίησενἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
Jesus did this, the beginning of miracles, in Cana of Galilee, and manifested His glory; and His disciples believed on Him.
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶκαὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
After this He and His mother, and His brothers and His disciples went down into Capernaum, and abode there not many days.
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
And the passover of the Jews were nigh, and Jesus went up to Jerusalem.
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,
And He found in the temple those selling oxen and sheep and doves, and the money-changers sitting:
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν ⸂τὰ κέρματα καὶ τὰς τραπέζας ⸀ἀνέστρεψεν
and having made a scourge of cords, He cast all out of the temple, both the sheep and the oxen, and poured out the money of the exchangers, and over-turned the tables.
16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
And He said to those selling doves; Take these things hence, make not the house of my Father a house of merchandise.
17 ⸀ἐμνήσθησανοἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.
And His disciples remembered that it is written, The zeal of thy house doth eat me up.
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;
Then the Jews responded and said to Him, What sign do you show us, because you do these things?
19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Jesus responded and said to them, Destroy this temple, and in three days I will rear it up.
20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
Then the Jews said, Forty and six years was this temple being built, and wilt thou rear it up in three days?
21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
But He spoke concerning the temple of His body.
22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃνεἶπεν ὁ Ἰησοῦς.
Then when He arose from the dead, His disciples remembered that He said these things, and believed the Scripture and words which Jesus spoke.
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει·
And when He was in Jerusalem at the feast, during the passover, many believed on His name, seeing His miracles which He was doing;
24 αὐτὸς ⸀δὲἸησοῦς οὐκ ἐπίστευεν ⸀αὑτὸναὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας
and Jesus did not intrust Himself to them because He knows all men,
25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
and because He had no need that any one should witness concerning man; because He was knowing what was in man.