< Κατα Ιωαννην 16 >

1 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
These thingis Y haue spokun to you, that ye be not sclaundrid.
2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
Thei schulen make you with outen the synagogis, but the our cometh, that ech man that sleeth you, deme that he doith seruyce to God.
3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
And thei schulen do to you these thingis, for thei han not knowun the fadir, nether me.
4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶνμνημονεύητε ⸁αὐτῶνὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην.
But these thingis Y spak to you, that whanne the our `of hem schal come, ye haue mynde, that Y seide to you.
5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις;
Y seide not to you these thingis fro the bigynnyng, for Y was with you. And now Y go to hym that sente me, and no man of you axith me, Whidur `thou goist?
6 ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
but for Y haue spokun to you these thingis, heuynesse hath fulfillid youre herte.
7 ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρμὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
But Y seie to you treuthe, it spedith to you, that Y go; for if Y go not forth, the coumfortour schal not come to you; but if Y go forth, Y schal sende hym to you.
8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
And whanne he cometh, he schal repreue the world of synne, and of riytwisnesse, and of doom.
9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
Of synne, for thei han not bileued in me;
10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέραὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με·
and of riytwisnesse, for Y go to the fadir, and now ye schulen not se me;
11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
but of doom, for the prince of this world is now demed.
12 Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι·
Yit Y haue many thingis for to seie to you, but ye moun not bere hem now.
13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσειλαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
But whanne thilke spirit of treuthe cometh, he schal teche you al trewthe; for he schal not speke of hym silf, but what euer thinges he schal here, he schal speke; and he schal telle to you tho thingis that ben to come.
14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν.
He schal clarifie me, for of myne he schal take, and schal telle to you.
15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
Alle thingis `whiche euer the fadir hath, ben myne; therfor Y seide to you, for of myne he schal take, and schal telle to you.
16 Μικρὸν καὶ ⸀οὐκέτιθεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με.
A litil, and thanne ye schulen not se me; and eftsoone a litil, and ye schulen se me, for Y go to the fadir.
17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτιὑπάγω πρὸς τὸν πατέρα;
Therfor summe of hise disciplis seiden togidere, What is this thing that he seith to vs, A litil, and ye schulen not se me; and eftsoone a litil, and ye schulen se me, for Y go to the fadir?
18 ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο ὃ ⸀λέγειμικρόν; οὐκ οἴδαμεν τί λαλεῖ.
Therfor thei seiden, What is this that he seith to vs, A litil? we witen not what he spekith.
19 ⸀ἔγνωἸησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
And Jhesus knew, that thei wolden axe hym, and he seide to hem, Of this thing ye seken among you, for Y seide, A litil, and ye schulen not se me; and eftsoone a litil, and ye schulen se me.
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
Treuli, treuli, Y seie to you, that ye schulen mourne and wepe, but the world schal haue ioye; and ye schulen be soreuful, but youre sorewe schal turne in to ioye.
21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
A womman whanne sche berith child, hath heuynesse, for hir tyme is comun; but whanne sche hath borun a sone, now sche thenkith not on the peyne, for ioye, for a man is borun in to the world.
22 καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρειἀφʼ ὑμῶν.
And therfor ye han now sorew, but eftsoone Y schal se you, and youre herte schal haue ioie, and no man schal take fro you youre ioie.
23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.
And in that day ye schulen not axe me ony thing; treuli, treuli, `Y seie to you, if ye axen the fadir ony thing in my name, he schal yyue to you.
24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
`Til now ye axiden no thing in my name; `axe ye, `and ye schulen take, that youre ioie be ful.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεταιὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶὑμῖν.
Y haue spokun to you these thingis in prouerbis; the our cometh, whanne now Y schal not speke to you in prouerbis, but opynli of my fadir Y schal telle to you.
26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
In that dai ye schulen axe in my name; and Y seie not to you, that Y schal preye the fadir of you;
27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦἐξῆλθον.
for the fadir hym silf loueth you, for ye han loued me, and han bileued, that Y wente out fro God.
28 ἐξῆλθον ⸀ἐκτοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Y wente out fro the fadir, and Y cam in to the world; eftsoone Y leeue the world, and Y go to the fadir.
29 ⸀Λέγουσινοἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐνπαρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
Hise disciplis seiden to hym, Lo! now thou spekist opynli, and thou seist no prouerbe.
30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
Now we witen, that thou wost alle thingis; and it is not nede to thee, that ony man axe thee. In this thing we bileuen, that thou wentist out fro God.
31 ἀπεκρίθη ⸀αὐτοῖςἸησοῦς· Ἄρτι πιστεύετε;
Jhesus answeride to hem, Now ye bileuen.
32 ἰδοὺ ἔρχεται ὥρα ⸀καὶἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν.
Lo! the our cometh, and now it cometh, that ye be disparplid, ech in to hise owne thingis, and that ye leeue me aloone; and Y am not aloone, for the fadir is with me.
33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
These thingis Y haue spokun to you, that ye haue pees in me; in the world ye schulen haue disese, but trust ye, Y haue ouercomun the world.

< Κατα Ιωαννην 16 >