< Κατα Ιωαννην 13 >
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεναὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.
Now before the feast of the Passover, Jesus, knowing that his time had come that he would depart from this world to the Father, having loved his own who were in the world, he loved them to the end.
2 καὶ δείπνου ⸀γινομένου τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃,
During supper, the devil having already put into the heart of Judas Iscariot, Simon’s son, to betray him,
3 ⸀εἰδὼςὅτι πάντα ⸀ἔδωκεναὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,
Jesus, knowing that the Father had given all things into his hands, and that he came from God and was going to God,
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·
arose from supper, and laid aside his outer garments. He took a towel and wrapped a towel around his waist.
5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
Then he poured water into the basin, and began to wash the disciples’ feet and to wipe them with the towel that was wrapped around him.
6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει⸀αὐτῷ Κύριε, σύ μου νίπτεις τοὺς πόδας;
Then he came to Simon Peter. He said to him, “Lord, do you wash my feet?”
7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
Jesus answered him, “You do not know what I am doing now, but you will understand later.”
8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ. (aiōn )
Peter said to him, "You will never wash my feet in this lifetime (aiōn )!" Jesus answered him, "If I do not wash you, you have no part with me."
9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.
Simon Peter said to him, “Lord, not my feet only, but also my hands and my head!”
10 λέγει αὐτῷ ⸀ὁἸησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν ⸂εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.
Jesus said to him, “Someone who has bathed only needs to have his feet washed, but is completely clean. You are clean, but not all of you.”
11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτιΟὐχὶ πάντες καθαροί ἐστε.
For he knew him who would betray him; therefore he said, “You are not all clean.”
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν;
So when he had washed their feet, put his outer garment back on, and sat down again, he said to them, “Do you know what I have done to you?
13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
You call me, ‘Teacher’ and ‘Lord.’ You say so correctly, for so I am.
14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·
If I then, the Lord and the Teacher, have washed your feet, you also ought to wash one another’s feet.
15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
For I have given you an example, that you should also do as I have done to you.
16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
Most certainly I tell you, a servant is not greater than his lord, neither is one who is sent greater than he who sent him.
17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
If you know these things, blessed are you if you do them.
18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίναςἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μουτὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ.
I do not speak concerning all of you. I know whom I have chosen; but that the Scripture may be fulfilled, ‘He who eats bread with me has lifted up his heel against me.’
19 ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
From now on, I tell you before it happens, that when it happens, you may believe that I am he.
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄντινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
Most certainly I tell you, he who receives whomever I send, receives me; and he who receives me, receives him who sent me.”
21 Ταῦτα εἰπὼν ⸀ὁἸησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
When Jesus had said this, he was troubled in spirit, and testified, “Most certainly I tell you that one of you will betray me.”
22 ⸀ἔβλεπονεἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.
The disciples looked at one another, perplexed about whom he spoke.
23 ⸀ἦνἀνακείμενος εἷς ⸀ἐκτῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς·
One of his disciples, whom Jesus loved, was at the table, leaning against Jesus’ chest.
24 νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
Simon Peter therefore beckoned to him, and said to him, “Tell us who it is of whom he speaks.”
25 ⸀ἀναπεσὼνἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν;
He, leaning back, as he was, on Jesus’ chest, asked him, “Lord, who is it?”
26 ⸀ἀποκρίνεταιὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψωτὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ· ⸂βάψας οὖν τὸ ⸀ψωμίονδίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου
Jesus therefore answered, “It is he to whom I will give this piece of bread when I have dipped it.” So when he had dipped the piece of bread, he gave it to Judas, the son of Simon Iscariot.
27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον.
After the piece of bread, then Satan entered into him. Then Jesus said to him, “What you do, do quickly.”
28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·
Now nobody at the table knew why he said this to him.
29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχενἸούδας, ὅτι λέγει αὐτῷ ⸀ὁἸησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
For some thought, because Judas had the money box, that Jesus said to him, “Buy what things we need for the feast,” or that he should give something to the poor.
30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ.
Therefore having received that morsel, he went out immediately. It was night.
31 Ὅτε ⸀οὖνἐξῆλθεν ⸀λέγειἸησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·
When he had gone out, Jesus said, “Now the Son of Man has been glorified, and God has been glorified in him.
32 ⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ καὶ εὐθὺς δοξάσει αὐτόν.
If God has been glorified in him, God will also glorify him in himself, and he will glorify him immediately.
33 τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
Little children, I will be with you a little while longer. You will seek me, and as I said to the Jews, ‘Where I am going, you cannot come,’ so now I tell you.
34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
A new commandment I give to you, that you love one another. Just as I have loved you, you also love one another.
35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
By this everyone will know that you are my disciples, if you have love for one another.”
36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθηἸησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον.
Simon Peter said to him, “Lord, where are you going?” Jesus answered, “Where I am going, you cannot follow now, but you will follow afterwards.”
37 λέγει αὐτῷ ⸀ὁΠέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαιἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
Peter said to him, “Lord, why cannot I follow you now? I will lay down my life for you.”
38 ⸀ἀποκρίνεταιἸησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃμε τρίς.
Jesus answered him, “Will you lay down your life for me? Most certainly I tell you, the rooster will not crow until you have denied me three times.