< Ιακωβου 4 >

1 Πόθεν πόλεμοι καὶ ⸀πόθενμάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
ποθεν πολεμοι και μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων
2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δια το μη αιτεισθαι υμας
3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε
4 ⸀μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰνοὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
μοιχοι και μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται
5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισενἐν ἡμῖν;
η δοκειτε οτι κενως η γραφη λεγει προς φθονον επιποθει το πνευμα ο κατωκησεν εν ημιν
6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
μειζονα δε διδωσιν χαριν διο λεγει ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν
7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν·
υποταγητε ουν τω θεω αντιστητε [δε] τω διαβολω και φευξεται αφ υμων
8 ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
εγγισατε τω θεω και εγγιει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι
9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτωκαὶ ἡ χαρὰ εἰς κατήφειαν·
ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μεταστραφητω και η χαρα εις κατηφειαν
10 ταπεινώθητε ἐνώπιον ⸀κυρίου καὶ ὑψώσει ὑμᾶς.
ταπεινωθητε ενωπιον του κυριου και υψωσει υμας
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢκρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης
12 εἷς ⸀ἐστιννομοθέτης ⸂καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων τὸν ⸀πλησίον
εις εστιν ο νομοθετης ο δυναμενος σωσαι και απολεσαι συ δε τις ει ος κρινεις τον ετερον
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢαὔριον ⸀πορευσόμεθαεἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομενἐκεῖ ⸀ἐνιαυτὸνκαὶ ⸀ἐμπορευσόμεθακαὶ ⸀κερδήσομεν
αγε νυν οι λεγοντες σημερον και αυριον πορευσωμεθα εις τηνδε την πολιν και ποιησωμεν εκει ενιαυτον ενα και εμπορευσωμεθα και κερδησωμεν
14 οἵτινες οὐκ ἐπίστασθε ⸀τὸτῆς αὔριον ⸀ποίαἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε⸀ἡπρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτακαὶ ἀφανιζομένη·
οιτινες ουκ επιστασθε το της αυριον ποια γαρ η ζωη υμων ατμις γαρ εσται η προς ολιγον φαινομενη επειτα δε και αφανιζομενη
15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ καὶ ⸀ζήσομενκαὶ ⸀ποιήσομεντοῦτο ἢ ἐκεῖνο.
αντι του λεγειν υμας εαν ο κυριος θεληση και ζησωμεν και ποιησωμεν τουτο η εκεινο
16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν
17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

< Ιακωβου 4 >