< Ιακωβου 2 >
1 Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης;
My brethren, do not hold the faith of our Lord Jesus Christ, the Lord of glory, with respect to persons.
2 ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰςσυναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
For if a gold-ringed man may come into your synagogue, in shining apparel, and a poor man may also come in with soiled clothing;
3 ⸂ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου,
and you may look upon the one wearing the shining garment, and say, Sit thou here in a good place; and may say to the poor man, Stand thou there, or sit down beneath my footstool:
4 ⸀οὐδιεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
are you not condemned among yourselves, and have you not become the judges of evil reasonings?
5 ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
Hear, my beloved brethren. Has not God chosen the poor in the world rich in faith, and heirs of the kingdom which he has promised to those who love him with divine love?
6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
You have dishonored the poor. Do not the rich domineer over you, and drag you into courts?
7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
Do they not blaspheme the good name which has been called upon you?
8 Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
If indeed you keep the royal law according to the scripture, Thou shalt love thy neighbor with divine love as thyself, you do well.
9 εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
But if you have respect of persons, you commit sin, being convicted by the law as transgressors.
10 ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
For whosoever may keep the whole law, and fail in one item, has become guilty of all.
11 ὁ γὰρ εἰπών· Μὴ ⸀μοιχεύσῃςεἶπεν καί· Μὴ ⸀φονεύσῃς εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου.
For the one saying, Thou shalt not commit adultery also said, Thou shalt not murder; but if you do not commit adultery, but murder, you have become a transgressor of the law.
12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
So you say, and so you do, as about to be condemned by the law of liberty.
13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος κατακαυχᾶται ⸀ἔλεος κρίσεως.
For judgment is without mercy to him that shows no mercy; but mercy glorieth against judgment.
14 ⸀Τίὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
But what is it profitable, my brethren, if one may say he has faith, but has not works? whether is faith able to save him?
15 ⸀ἐὰνἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοιτῆς ἐφημέρου τροφῆς,
If a brother or sister may be naked, and may be destitute of daily food,
16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τίὄφελος;
and one of you may say to them, Go in peace, be ye warmed, and be ye fed; and give them not the necessaries of the body; what profit is it?
17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα, νεκρά ἐστιν καθʼ ἑαυτήν.
So indeed faith, if it may not have works, is dead, as to itself.
18 Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶςτῶν ⸀ἔργων κἀγώ ⸂σοι δείξω ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν
But one will say, You have faith, and I have works: Show me your faith apart from works, and I will show you my faith by my works.
19 σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
Do you believe that there is one God? you do well: the demons also believe and tremble.
20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργήἐστιν;
Do you wish to know, O vain man, that faith apart from works is inefficient?
21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
Was not Abraham our father justified by works, having offered up his son Isaac on the altar?
22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη,
You see that faith wrought with his works, and by works the faith was made perfect;
23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη.
and the scripture was fulfilled, saying, And Abraham believed God, and it was imputed unto him for righteousness: and he was called the friend of God.
24 ⸀ὁρᾶτεὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
You see that a man is justified by works, and not only by faith.
25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
And likewise also was not Rahab the harlot justified by works, having received the spies, and sent them out by another way?
26 ὥσπερ ⸀γὰρτὸ σῶμα χωρὶςπνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.
For as the body apart from the spirit is dead, so faith also apart from works is dead.