< Ιακωβου 1 >

1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
James, the servant of God and the Lord Jesus Christ, to the twelve tribes who are in the Dispersion, greeting.
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
Count it all joy, my brethren, when you may fall into manifold temptations.
3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
Knowing that the trial of your faith works out endurance.
4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
But let endurance have its perfect work, in order that you may be perfect and whole in every part, lacking in nothing.
5 Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ ⸀μὴὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ·
But if any of you lack wisdom, let him ask God, who gives to all cheerfully and upbraids none; and it will be given unto him.
6 αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ·
But let him ask in faith, doubting as to nothing; for he that doubts is like unto a wave of the sea driven by the winds and tossed by the tempest.
7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου
For let not that man think that he will receive anything from the Lord,
8 ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
the double-minded man, the most unstable in all his ways.
9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
But let the humble brother boast in his exaltation:
10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
and the rich man, in his humility: because as the flower of the grass he will pass away.
11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
For the sun with a scorching wind has risen, and dried up the grass, and its flower fell off, and the beauty of its countenance perished: so indeed the rich man will pass away in his ways.
12 Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ⸀ἐπηγγείλατοτοῖς ἀγαπῶσιν αὐτόν.
Happy is the man who endures temptation: because, being proved, he will receive a crown of life, which God has promised to those who love him with divine love.
13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
Let no one being tempted say, I am tempted from God. For God can not be tempted with evils, and he tempts no one:
14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
but each one is tempted by his own lusts, being drawn out, and enticed.
15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
Then the lust, conceiving, brings forth sin; and sin, having been perfected, produces death.
16 μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
Be not deceived, my beloved brethren.
17 Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρʼ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
Every good gift and every perfect gift is from above, coming down from the Father of the lights, with whom there is no variation or shadow of change.
18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Of his own will begat he us by the word of truth, that we should be some first fruit of his creations.
19 ⸀Ἴστε ἀδελφοί μου ἀγαπητοί. ἔστω ⸀δὲπᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν,
Know, my beloved brethren; but let every man be swift to hear, slow to speak, slow toward wrath:
20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ ⸂οὐκ ἐργάζεται.
for the wrath of man works not the righteousness of God.
21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
Therefore having laid aside all filthiness and excess of evil, receive with meekness the engrafted word, which is able to save your souls.
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ⸂ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς.
But be doers of the word, and not hearers only, deceiving yourselves.
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ,
For if any one is a hearer of the word, and not a doer, he is like a man beholding his natural face in a mirror:
24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
for he recognized himself, and has gone away, and immediately forgot what kind he was.
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, ⸀οὐκἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
But the one having looked into the perfect law which is the law of liberty, and having remained in it, not being a forgetful hearer, but a doer of the work, he shall be happy in his work.
26 Εἴ τις δοκεῖ θρησκὸς ⸀εἶναιμὴ χαλιναγωγῶν γλῶσσαν ⸀αὐτοῦἀλλὰ ἀπατῶν καρδίαν ⸀αὐτοῦ τούτου μάταιος ἡ θρησκεία.
But if any one seems to be religious, bridling not his own tongue, but deceiving his own heart, the religion of that man is vain.
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ ⸀τῷθεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
Pure religion and undefiled with God even the Father is this, to relieve the orphans and widows in their affliction, and keep himself unspotted from the world.

< Ιακωβου 1 >