< Προς Εβραιους 7 >

1 Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ⸀ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
For this Melchizedek, the king of Salem, priest of the Most High God, the one having met Abraham returning from the slaughter of the kings, and blessed him,
2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
to whom Abraham divided the tenth from all first, being interpreted, King of righteousness, and then King of Salem, which is, King of peace;
3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
without father, without mother, without genealogy, having neither beginning of days nor end of life, but being made like unto the Son of God, he abides a priest continually.
4 εωρεῖτε δὲ πηλίκος οὗτος ⸀ᾧ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
You see how great this man was, to whom the patriarch Abraham even gave the tenth part of the chief spoils.
5 καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
And those indeed of the sons of Levi receiving the priesthood have a commandment to tithe the people according to the law, that is, their brethren, even though having come out from the loins of Abraham:
6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ⸀Ἀβραάμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
but he who did not derive his lineage from them has tithed Abraham, and blessed him having the promises.
7 χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
For without contradiction the less is blessed by the better.
8 καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
And here indeed men dying, receive tithes; however there, he is witnessed to that he lives.
9 καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται,
And, so to speak a word, Levi, the one receiving tithes, has also been tithed through Abraham.
10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ⸀Μελχισέδεκ
For he was still in the loins of his father, when Melchizedek met him.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ ⸀αὐτῆς⸀νενομοθέτηται τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
Then indeed if perfection was through the Levitical priesthood, for unto it the people have been tithed, what need is there still that another priest shall rise after the order of Melchizedek, and not be called after the order of Aaron?
12 μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
For the priesthood being changed, of necessity there is a change of the law.
13 ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
For he unto whom these things were spoken belongs to another tribe, from which no one ministers at the altar:
14 πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν ⸂περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
for it is evident that our Lord sprang from Judah; in reference to which tribe Moses spoke nothing concerning priests.
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
And it is still more abundantly evident, if after the similitude of Melchizedek another priest rises,
16 ὃς οὐ κατὰ νόμον ἐντολῆς ⸀σαρκίνηςγέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
who was not made after the law of a carnal commandment, but after the power of an endless life.
17 ⸀μαρτυρεῖταιγὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. (aiōn g165)
For it is testified, Thou art a priest forever after the order of Melchizedek. (aiōn g165)
18 ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
For there is a disannulling of the preceding commandment, on account of its weakness and inadequacy
19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ θεῷ.
for the law made nothing perfect, but the bringing in of a better hope, by which we draw nigh unto God.
20 Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
And in as much as it is without an oath, for the priests were made without an oath;
21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν ⸀αἰῶνα, (aiōn g165)
but He with an oath through the one saying to him, The Lord hath sworn, and will not regret it; thou art a priest forever; (aiōn g165)
22 κατὰ ⸀τοσοῦτο⸀κρείττονοςδιαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
insomuch that Jesus has also been made the mediator of a better covenant.
23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
And indeed many have been made priests, because they were prohibited by death from continuing:
24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· (aiōn g165)
but he, because he abides forever, has an unchangeable priesthood: (aiōn g165)
25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
wherefore he is also able to save to the uttermost those coming unto God through him, ever living to intercede for them.
26 Τοιοῦτος γὰρ ἡμῖν ⸀καὶἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
For such a high priest was indeed appropriate unto us, holy, free from sin, undefiled, having been separated from the sinners, and being higher than the heavens;
27 ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ (τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας)·
who had not daily need, as the high priests, first to offer up sacrifices for their own sins, then those of the people: for he did this, having offered up himself once.
28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον. (aiōn g165)
For the law institutes men high priests, having infirmity; but the word of the oath, which is after the law, the Son, having been made perfect forever. (aiōn g165)

< Προς Εβραιους 7 >