< Προς Εβραιους 4 >
1 Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι·
We may fear, then, lest a promise being left of entering into His rest, any one of you may seem to have come short,
2 καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλʼ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ ⸀συγκεκερασμένουςτῇ πίστει τοῖς ἀκούσασιν.
for we also are having good news proclaimed, even as they, but the word heard did not profit them, not being mixed with faith in those who heard,
3 εἰσερχόμεθα γὰρ ⸀εἰςκατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων,
for we do enter into the rest — we who did believe, as He said, 'So I sware in My anger, If they shall enter into My rest —;' and yet the works were done from the foundation of the world,
4 εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως· Καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ,
for He spake in a certain place concerning the seventh [day] thus: 'And God did rest in the seventh day from all His works;'
5 καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
and in this [place] again, 'If they shall enter into My rest —;'
6 ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον διʼ ἀπείθειαν,
since then, it remaineth for certain to enter into it, and those who did first hear good news entered not in because of unbelief —
7 πάλιν τινὰ ὁρίζει ἡμέραν, Σήμερον, ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον, καθὼς ⸀προείρηται Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν·
again He doth limit a certain day, 'To-day,' (in David saying, after so long a time, ) as it hath been said, 'To-day, if His voice ye may hear, ye may not harden your hearts,'
8 εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.
for if Joshua had given them rest, He would not concerning another day have spoken after these things;
9 ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ θεοῦ·
there doth remain, then, a sabbatic rest to the people of God,
10 ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ θεός.
for he who did enter into his rest, he also rested from his works, as God from His own.
11 σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
May we be diligent, then, to enter into that rest, that no one in the same example of the unbelief may fall,
12 Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς ⸀καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας·
for the reckoning of God is living, and working, and sharp above every two-edged sword, and piercing unto the dividing asunder both of soul and spirit, of joints also and marrow, and a discerner of thoughts and intents of the heart;
13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
and there is not a created thing not manifest before Him, but all things [are] naked and open to His eyes — with whom is our reckoning.
14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας·
Having, then, a great chief priest passed through the heavens — Jesus the Son of God — may we hold fast the profession,
15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, ⸀πεπειρασμένονδὲ κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας.
for we have not a chief priest unable to sympathise with our infirmities, but [one] tempted in all things in like manner — apart from sin;
16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
we may come near, then, with freedom, to the throne of the grace, that we may receive kindness, and find grace — for seasonable help.