< Προς Εβραιους 3 >
1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν
Wherefore, holy brethren, partakers of a heavenly calling, consider the apostle and chief priest of our profession, Christ Jesus,
2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐντῷ οἴκῳ αὐτοῦ.
being stedfast to Him who did appoint him, as also Moses in all his house,
3 πλείονος γὰρ ⸂οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
for of more glory than Moses hath this one been counted worthy, inasmuch as more honour than the house hath he who doth build it,
4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲπάντα κατασκευάσας θεός.
for every house is builded by some one, and He who the all things did build [is] God,
5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
and Moses indeed [was] stedfast in all his house, as an attendant, for a testimony of those things that were to be spoken,
6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὃςοἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰντὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδοςκατάσχωμεν.
and Christ, as a Son over his house, whose house are we, if the boldness and the rejoicing of the hope unto the end we hold fast.
7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
Wherefore, (as the Holy Spirit saith, 'To-day, if His voice ye may hear —
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
ye may not harden your hearts, as in the provocation, in the day of the temptation in the wilderness,
9 οὗ ⸀ἐπείρασανοἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου
in which tempt Me did your fathers, they did prove Me, and saw My works forty years;
10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃκαὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
wherefore I was grieved with that generation, and said, Always do they go astray in heart, and these have not known My ways;
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
so I sware in My anger, If they shall enter into My rest —!')
12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
See, brethren, lest there shall be in any of you an evil heart of unbelief in the falling away from the living God,
13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
but exhort ye one another every day, while the To-day is called, that none of you may be hardened by the deceitfulness of the sin,
14 μέτοχοι γὰρ ⸂τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.
for partakers we have become of the Christ, if the beginning of the confidence unto the end we may hold fast,
15 ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
in its being said, 'To-day, if His voice ye may hear, ye may not harden your hearts, as in the provocation,'
16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
for certain having heard did provoke, but not all who did come out of Egypt through Moses;
17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
but with whom was He grieved forty years? was it not with those who did sin, whose carcasses fell in the wilderness?
18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
and to whom did He swear that they shall not enter into His rest, except to those who did not believe? —
19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν.
and we see that they were not able to enter in because of unbelief.