< Προς Εβραιους 13 >

1 Ἡ φιλαδελφία μενέτω.
محبت برادرانه برقرار باشد؛۱
2 τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
و ازغریب‌نوازی غافل مشوید زیرا که به آن بعضی نادانسته فرشتگان را ضیافت کردند.۲
3 μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
اسیران را بخاطر آرید مثل همزندان ایشان، ومظلومان را چون شما نیز در جسم هستید.۳
4 τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους ⸀γὰρκαὶ μοιχοὺς κρινεῖ ὁ θεός.
نکاح به هر وجه محترم باشد و بسترش غیرنجس زیرا که فاسقان و زانیان را خدا داوری خواهد فرمود.۴
5 ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδʼ οὐ μή σε ⸀ἐγκαταλίπω
سیرت شما از محبت نقره خالی باشد و به آنچه دارید قناعت کنید زیرا که او گفته است: «تو را هرگز رها نکنم و تو را ترک نخواهم نمود.»۵
6 ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, ⸀οὐφοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
بنابراین ما با دلیری تمام می‌گوییم: «خداوند مددکننده من است و ترسان نخواهم بود. انسان به من چه می‌کند؟»۶
7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
مرشدان خود را که کلام خدا را به شما بیان کردند بخاطر دارید و انجام سیرت ایشان راملاحظه کرده، به ایمان ایشان اقتدا نمایید.۷
8 Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. (aiōn g165)
عیسی مسیح دیروز و امروز و تا ابدالاباد همان است. (aiōn g165)۸
9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ ⸀περιπατοῦντες
از تعلیمهای مختلف و غریب از جا برده مشوید، زیرا بهتر آن است که دل شما به فیض استوار شود و نه به خوراکهایی که آنانی که در آنهاسلوک نمودند، فایده نیافتند.۹
10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
مذبحی داریم که خدمت گذاران آن خیمه، اجازت ندارند که از آن بخورند.۱۰
11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς·
زیرا که جسدهای آن حیواناتی که رئیس کهنه خون آنهارا به قدس‌الاقداس برای گناه می‌برد، بیرون ازلشکرگاه سوخته می‌شود.۱۱
12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
بنابراین، عیسی نیزتا قوم را به خون خود تقدیس نماید، بیرون دروازه عذاب کشید.۱۲
13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες.
لهذا عار او را برگرفته، بیرون از لشکرگاه به سوی او برویم.۱۳
14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν·
زانرو که در اینجا شهری باقی نداریم بلکه آینده را طالب هستیم.۱۴
15 διʼ αὐτοῦ ⸀οὖνἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτʼ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
پس بوسیله او قربانی تسبیح را به خدابگذرانیم، یعنی ثمره لبهایی را که به اسم او معترف باشند.۱۵
16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.
لکن از نیکوکاری و خیرات غافل مشوید، زیرا خدا به همین قربانی‌ها راضی است.۱۶
17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
مرشدان خود را اطاعت و انقیاد نمایید زیراکه ایشان پاسبانی جانهای شما را می‌کنند، چونکه حساب خواهند داد تا آن را به خوشی نه به ناله به‌جا آورند، زیرا که این شما را مفید نیست.۱۷
18 Προσεύχεσθε περὶ ἡμῶν, ⸀πειθόμεθαγὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
برای ما دعا کنید زیرا ما را یقین است که ضمیر خالص داریم و می‌خواهیم در هر امر رفتارنیکو نماییم.۱۸
19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.
و بیشتر التماس دارم که چنین کنید تا زودتر به نزد شما باز آورده شوم.۱۹
20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, (aiōnios g166)
پس خدای سلامتی که شبان اعظم گوسفندان یعنی خداوند ما عیسی را به خون عهدابدی از مردگان برخیزانید، (aiōnios g166)۲۰
21 καταρτίσαι ὑμᾶς ἐν ⸀παντὶἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ⸀ἡμῖντὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς ⸀αἰῶνας ἀμήν. (aiōn g165)
شما را در هر عمل نیکو کامل گرداناد تا اراده او را به‌جا آورید وآنچه منظور نظر او باشد، در شما بعمل آوردبوساطت عیسی مسیح که او را تا ابدالاباد جلال باد. آمین. (aiōn g165)۲۱
22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
لکن‌ای برادران از شما التماس دارم که این کلام نصیحت‌آمیز را متحمل شوید زیرامختصری نیز به شما نوشته‌ام.۲۲
23 γινώσκετε τὸν ἀδελφὸν ⸀ἡμῶνΤιμόθεον ἀπολελυμένον, μεθʼ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς.
بدانید که برادرما تیموتاوس رهایی یافته است و اگر زود آید، به اتفاق او شما را ملاقات خواهم نمود.۲۳
24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
همه مرشدان خود و جمیع مقدسین راسلام برسانید؛ و آنانی که از ایتالیا هستند، به شماسلام می‌رسانند.۲۴
25 ἡ χάρις μετὰ πάντων ⸀ὑμῶν
همگی شما را فیض باد. آمین.۲۵

< Προς Εβραιους 13 >