< Προς Εβραιους 11 >

1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·
And faith is of things hoped for a confidence, of matters not seen a conviction,
2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
for in this were the elders testified of;
3 πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων ⸂τὸ βλεπόμενον γεγονέναι. (aiōn g165)
by faith we understand the ages to have been prepared by a saying of God, in regard to the things seen not having come out of things appearing; (aiōn g165)
4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ ⸂τοῦ θεοῦ, καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι ⸀λαλεῖ
by faith a better sacrifice did Abel offer to God than Cain, through which he was testified to be righteous, God testifying of his gifts, and through it, he being dead, doth yet speak.
5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς ⸀μεταθέσεωςμεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
By faith Enoch was translated — not to see death, and was not found, because God did translate him; for before his translation he had been testified to — that he had pleased God well,
6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
and apart from faith it is impossible to please well, for it behoveth him who is coming to God to believe that He is, and to those seeking Him He becometh a rewarder.
7 πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
By faith Noah, having been divinely warned concerning the things not yet seen, having feared, did prepare an ark to the salvation of his house, through which he did condemn the world, and of the righteousness according to faith he became heir.
8 ⸀Πίστεικαλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς ⸀τόπονὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
By faith Abraham, being called, did obey, to go forth to the place that he was about to receive for an inheritance, and he went forth, not knowing whither he doth go;
9 πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
by faith he did sojourn in the land of the promise as a strange country, in tabernacles having dwelt with Isaac and Jacob, fellow-heirs of the same promise,
10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
for he was looking for the city having the foundations, whose artificer and constructor [is] God.
11 πίστει καὶ ⸂αὐτῇ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ⸀ἡλικίας ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
By faith also Sarah herself did receive power to conceive seed, and she bare after the time of life, seeing she did judge Him faithful who did promise;
12 διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
wherefore, also from one were begotten — and that of one who had become dead — as the stars of the heaven in multitude, and as sand that [is] by the sea-shore — the innumerable.
13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ⸀λαβόντεςτὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
In faith died all these, not having received the promises, but from afar having seen them, and having been persuaded, and having saluted [them], and having confessed that strangers and sojourners they are upon the earth,
14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
for those saying such things make manifest that they seek a country;
15 καὶ εἰ μὲν ἐκείνης ⸀μνημονεύουσινἀφʼ ἧς ⸀ἐξέβησαν εἶχον ἂν καιρὸν ἀνακάμψαι·
and if, indeed, they had been mindful of that from which they came forth, they might have had an opportunity to return,
16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
but now they long for a better, that is, an heavenly, wherefore God is not ashamed of them, to be called their God, for He did prepare for them a city.
17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
By faith Abraham hath offered up Isaac, being tried, and the only begotten he did offer up who did receive the promises,
18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
of whom it was said — 'In Isaac shall a seed be called to thee;'
19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
reckoning that even out of the dead God is able to raise up, whence also in a figure he did receive [him].
20 Πίστει ⸀καὶπερὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
By faith, concerning coming things, Isaac did bless Jacob and Esau;
21 πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
by faith Jacob dying — each of the sons of Joseph did bless, and did bow down upon the top of his staff;
22 πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
by faith, Joseph dying, concerning the outgoing of the sons of Israel did make mention, and concerning his bones did give command.
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
By faith Moses, having been born, was hid three months by his parents, because they saw the child comely, and were not afraid of the decree of the king;
24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
by faith Moses, having become great, did refuse to be called a son of the daughter of Pharaoh,
25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
having chosen rather to be afflicted with the people of God, than to have sin's pleasure for a season,
26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
greater wealth having reckoned the reproach of the Christ than the treasures in Egypt, for he did look to the recompense of reward;
27 πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
by faith he left Egypt behind, not having been afraid of the wrath of the king, for, as seeing the Invisible One — he endured;
28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
by faith he kept the passover, and the sprinkling of the blood, that He who is destroying the first-born might not touch them.
29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς ⸀γῆς ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
By faith they did pass through the Red Sea as through dry land, which the Egyptians having received a trial of, were swallowed up;
30 πίστει τὰ τείχη Ἰεριχὼ ⸀ἔπεσανκυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
by faith the walls of Jericho did fall, having been surrounded for seven days;
31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
by faith Rahab the harlot did not perish with those who disbelieved, having received the spies with peace.
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, ⸀Σαμψών Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
And what shall I yet say? for the time will fail me recounting about Gideon, Barak also, and Samson, and Jephthah, David also, and Samuel, and the prophets,
33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
who through faith did subdue kingdoms, wrought righteousness, obtained promises, stopped mouths of lions,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα ⸀μαχαίρης ⸀ἐδυναμώθησανἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
quenched the power of fire, escaped the mouth of the sword, were made powerful out of infirmities, became strong in battle, caused to give way camps of the aliens.
35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
Women received by a rising again their dead, and others were tortured, not accepting the redemption, that a better rising again they might receive,
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
and others of mockings and scourgings did receive trial, and yet of bonds and imprisonment;
37 ἐλιθάσθησαν, ⸀ἐπρίσθησαν ἐν φόνῳ ⸀μαχαίρηςἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
they were stoned, they were sawn asunder, they were tried; in the killing of the sword they died; they went about in sheepskins, in goatskins — being destitute, afflicted, injuriously treated,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ⸀ἐπὶἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς·
of whom the world was not worthy; in deserts wandering, and [in] mountains, and [in] caves, and [in] the holes of the earth;
39 ⸀καὶπάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
and these all, having been testified to through the faith, did not receive the promise,
40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
God for us something better having provided, that apart from us they might not be made perfect.

< Προς Εβραιους 11 >