< Προς Εβραιους 1 >

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
On many occasions and in many ways in the olden time, God having spoken to the fathers through the prophets, at the last of these days has spoken to us through his Son,
2 ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ⸂ἐποίησεν τοὺς αἰῶνας· (aiōn g165)
whom he put forth the heir of all things, and through whom he created the ages; (aiōn g165)
3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂διʼ αὑτοῦ καθαρισμὸν ⸂τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
who being the brightness of his glory, and the character of his person, and holding up all things by the word of his power, having made purgation of the sins, sat down on the right hand of the Majesty on high;
4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
being so much greater than the angels, that he has inherited a name so much more excellent than they.
5 Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
For to which one of the angels at any time did he say, Thou art my Son, this day have I begotten thee? and again, I will be unto him a Father, and he shall be unto me a Son?
6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
And again when he may lead in the first begotten into the world, he says, Indeed let all the angels of God worship him.
7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
And to the angels he says, he maketh his angels spirits, and his ministers a flame of fire: but to the Son he says,
8 πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας ⸀σου (aiōn g165)
Thy throne, O God, is unto the age of the age; and the scepter of righteousness is the scepter of thy kingdom. (aiōn g165)
9 ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·
Thou hast loved righteousness, and hated iniquity; therefore God, thy God, has anointed thee with the oil of gladness above thy comrades.
10 καί· Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
And thou, at the beginning, O Lord, didst lay the foundations of the earth, and the heavens are the works of thy hands.
11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
These shall perish; but thou dost remain: truly all these shall wax old like a garment;
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ⸂ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
and thou shalt roll them up like a mantle, and they shall be changed: but thou art the same, and thy years shall not fail thee.
13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
And to which one of the angels has he at any time said, Sit thou on my right hand, until I may make thine enemies the footstool of thy feet?
14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Are not all these ministering spirits, having been sent forth unto ministration for the sake of those who are about to inherit salvation?

< Προς Εβραιους 1 >