< Προς Γαλατας 1 >
1 Παῦλος ἀπόστολος, οὐκ ἀπʼ ἀνθρώπων οὐδὲ διʼ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
Paul, an apostle, (not of men, neither by man, but by Yahushua the Messiah, and YHWH the Father, who raised him from the dead; )
2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
And all the brethren which are with me, unto the assemblies of Galatia:
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸂καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
Favour be to you and peace from YHWH the Father, and from our Master Yahushua the Messiah,
4 τοῦ δόντος ἑαυτὸν ⸀ὑπὲρτῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ⸂αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, (aiōn )
Who gave himself for our sins, that he might deliver us from this present evil world, according to the will of YHWH our Father: (aiōn )
5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )
To whom be glory for ever and ever. amein. (aiōn )
6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
I marvel that ye are so soon removed from him that called you into the favour of the Messiah unto another evangel:
7 ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
Which is not another; but there be some that trouble you, and would pervert the glad tidings of the Messiah.
8 ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ⸀εὐαγγελίζηται⸀ὑμῖνπαρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
But though we, or an angel from heaven, preach any other evangel unto you than that which we have preached unto you, let him be accursed.
9 ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
As we said before, so say I now again, If any man preach any other evangel unto you than that ye have received, let him be accursed.
10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; ⸀εἰἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
For do I now persuade men, or YHWH? or do I seek to please men? for if I yet pleased men, I should not be the servant of the Messiah.
11 Γνωρίζω ⸀γὰρὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·
But I certify you, brethren, that the glad tidings which was preached of me is not after man.
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, ⸀οὔτεἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
For I neither received it of man, neither was I taught it, but by the revelation of Yahushua the Messiah.
13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν,
For ye have heard of my conversation in time past in the Jews' religion, how that beyond measure I persecuted the assembly of YHWH, and wasted it:
14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
And profited in the Jews' religion above many my equals in mine own nation, being more exceedingly zealous of the traditions of my fathers.
15 ὅτε δὲ ⸀εὐδόκησενὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
But when it pleased YHWH, who separated me from my mother's womb, and called me by his favour,
16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
To reveal his Son in me, that I might preach him among the heathen; immediately I conferred not with flesh and blood:
17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
Neither went I up to Jerusalem to them which were apostles before me; but I went into Arabia, and returned again unto Damascus.
18 Ἔπειτα μετὰ ⸂ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι ⸀Κηφᾶν καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
Then after three years I went up to Jerusalem to see Peter, and abode with him fifteen days.
19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
But other of the apostles saw I none, save James the Master's brother.
20 ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
Now the things which I write unto you, behold, before YHWH, I lie not.
21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
Afterwards I came into the regions of Syria and Cilicia;
22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ,
And was unknown by face unto the assemblies of Judaea which were in the Messiah:
23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
But they had heard only, That he which persecuted us in times past now preacheth the faith which once he destroyed.
24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.
And they glorified YHWH in me.