< Προς Γαλατας 2 >

1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον·
پس بعد از چهارده سال با برنابا باز به اورشلیم رفتم و تیطس را همراه خود بردم.۱
2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
ولی به الهام رفتم و انجیلی را که در میان امت هابدان موعظه می‌کنم، به ایشان عرضه داشتم، امادر خلوت به معتبرین، مبادا عبث بدوم یا دویده باشم.۲
3 ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·
لیکن تیطس نیز که همراه من و یونانی بود، مجبور نشد که مختون شود.۳
4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς ⸀καταδουλώσουσιν
و این به‌سبب برادران کذبه بود که ایشان را خفیه درآوردند وخفیه درآمدند تا آزادی ما را که در مسیح عیسی داریم، جاسوسی کنند و تا ما را به بندگی درآوردند.۴
5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
که ایشان را یک ساعت هم به اطاعت در این امر تابع نشدیم تا راستی انجیل در شماثابت ماند.۵
6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι— ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον ⸀θεὸςἀνθρώπου οὐ λαμβάνει— ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
اما از آنانی که معتبراند که چیزی می‌باشند -هرچه بودند مرا تفاوتی نیست، خدا بر صورت انسان نگاه نمی کند - زیرا آنانی که معتبراند، به من هیچ نفع نرسانیدند.۶
7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς,
بلکه به خلاف آن، چون دیدند که بشارت نامختونان به من سپرده شد، چنانکه بشارت مختونان به پطرس،۷
8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,
زیرا او که برای رسالت مختونان در پطرس عمل کرد، در من هم برای امت‌ها عمل کرد.۸
9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ⸀ἡμεῖςεἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
پس چون یعقوب وکیفا و یوحنا که معتبر به ارکان بودند، آن فیضی را که به من عطا شده بود دیدند، دست رفاقت به من وبرنابا دادند تا ما به سوی امت‌ها برویم، چنانکه ایشان به سوی مختونان؛۹
10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
جز آنکه فقرا را یادبداریم و خود نیز غیور به کردن این کار بودم.۱۰
11 Ὅτε δὲ ἦλθεν ⸀Κηφᾶςεἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν·
اما چون پطرس به انطاکیه آمد، او را روبرومخالفت نمودم زیرا که مستوجب ملامت بود،۱۱
12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ⸀ἦλθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
چونکه قبل از آمدن بعضی از جانب یعقوب، باامت‌ها غذا می‌خورد؛ ولی چون آمدند، از آنانی که اهل ختنه بودند ترسیده، باز ایستاد و خویشتن را جدا ساخت.۱۲
13 καὶσυνυπεκρίθησαν αὐτῷ ⸀καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
و سایر یهودیان هم با وی نفاق کردند، بحدی که برنابا نیز در نفاق ایشان گرفتارشد.۱۳
14 ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ ⸀Κηφᾷἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ⸂καὶ ⸀οὐκ Ἰουδαϊκῶς ζῇς, ⸀πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;
ولی چون دیدم که به راستی انجیل به استقامت رفتار نمی کنند، پیش روی همه پطرس را گفتم: «اگر تو که یهود هستی، به طریق امت‌ها ونه به طریق یهود زیست می‌کنی، چون است که امت‌ها را مجبور می‌سازی که به طریق یهود رفتارکنند؟»۱۴
15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
ما که طبع یهود هستیم و نه گناهکاران از امت‌ها،۱۵
16 εἰδότες ⸀δὲὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ⸂Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ⸂ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.
اما چونکه یافتیم که هیچ‌کس ازاعمال شریعت عادل شمرده نمی شود، بلکه به ایمان به عیسی مسیح، ما هم به مسیح عیسی ایمان آوردیم تا از ایمان به مسیح و نه از اعمال شریعت عادل شمرده شویم، زیرا که از اعمال شریعت هیچ بشری عادل شمرده نخواهد شد.۱۶
17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο·
اما اگر چون عدالت در مسیح را می‌طلبم، خود هم گناهکار یافت شویم، آیا مسیح خادم گناه است؟ حاشا!۱۷
18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν ⸀συνιστάνω
زیرا اگر باز بنا کنم آنچه راکه خراب ساختم، هرآینه ثابت می‌کنم که خود متعدی هستم.۱۸
19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι·
زانرو که من بواسطه شریعت نسبت به شریعت مردم تا نسبت به خدا زیست کنم.۱۹
20 ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ ⸂υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
با مسیح مصلوب شده‌ام ولی زندگی می‌کنم لیکن نه من بعد از این، بلکه مسیح در من زندگی می‌کند. و زندگانی که الحال در جسم می‌کنم، به ایمان بر پسر خدا می‌کنم که مرا محبت نمود و خود را برای من داد.۲۰
21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
فیض خدا را باطل نمی سازم، زیرا اگر عدالت به شریعت می‌بود، هرآینه مسیح عبث مرد.۲۱

< Προς Γαλατας 2 >