< Προς Εφεσιους 5 >
1 γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
Γίνεσθε λοιπόν μιμηταί του Θεού ως τέκνα αγαπητά,
2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶςκαὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶνπροσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
και περιπατείτε εν αγάπη, καθώς και ο Χριστός ηγάπησεν ημάς και παρέδωκεν εαυτόν υπέρ ημών προσφοράν και θυσίαν εις τον Θεόν εις οσμήν ευωδίας.
3 Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
Πορνεία δε και πάσα ακαθαρσία ή πλεονεξία μηδέ ας ονομάζηται μεταξύ σας, καθώς πρέπει εις αγίους,
4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
μηδέ αισχρότης και μωρολογία ή βωμολοχία, τα οποία είναι απρεπή, αλλά μάλλον ευχαριστία.
5 τοῦτο γὰρ ⸀ἴστεγινώσκοντες ὅ ι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
Διότι τούτο εξεύρετε, ότι πας πόρνος ή ακάθαρτος ή πλεονέκτης, όστις είναι ειδωλολάτρης, δεν έχει κληρονομίαν εν τη βασιλεία του Χριστού και Θεού.
6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Μηδείς ας μη σας απατά με ματαίους λόγους· επειδή διά ταύτα έρχεται η οργή του Θεού επί τους υιούς της απειθείας.
7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
Μη γίνεσθε λοιπόν συμμέτοχοι αυτών.
8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
Διότι ήσθε ποτέ σκότος, τώρα όμως φως εν Κυρίω· περιπατείτε ως τέκνα φωτός·
9 ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸςἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
διότι ο καρπός του Πνεύματος είναι εν πάση αγαθωσύνη και δικαιοσύνη και αληθεία·
10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
εξετάζοντες τι είναι ευάρεστον εις τον Κύριον.
11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
Και μη συγκοινωνείτε εις τα έργα τα άκαρπα του σκότους, μάλλον δε και ελέγχετε·
12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
διότι τα κρυφίως γινόμενα υπ' αυτών αισχρόν έστι και λέγειν·
13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
τα δε πάντα ελεγχόμενα υπό του φωτός γίνονται φανερά· επειδή παν το φανερούμενον φως είναι.
14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Διά τούτο λέγει· Σηκώθητι ο κοιμώμενος και ανάστηθι εκ των νεκρών, και θέλει σε φωτίσει ο Χριστός.
15 Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί,
Προσέχετε λοιπόν πως να περιπατήτε ακριβώς, μη ως άσοφοι, αλλ' ως σοφοί,
16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
εξαγοραζόμενοι τον καιρόν, διότι αι ημέραι είναι πονηραί.
17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετετί τὸ θέλημα τοῦ κυρίου·
Διά τούτο μη γίνεσθε άφρονες, αλλά νοείτε τι είναι το θέλημα του Κυρίου.
18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
Και μη μεθύσκεσθε με οίνον, εις τον οποίον είναι ασωτία, αλλά πληρούσθε διά του Πνεύματος,
19 λαλοῦντες ⸀ἑαυτοῖςψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντεςτῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
λαλούντες μεταξύ σας με ψαλμούς και ύμνους και ωδάς πνευματικάς, άδοντες και ψάλλοντες εν τη καρδία υμών εις τον Κύριον,
20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
ευχαριστούντες πάντοτε υπέρ πάντων εις τον Θεόν και Πατέρα εν ονόματι του Κυρίου ημών Ιησού Χριστού,
21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
υποτασσόμενοι εις αλλήλους εν φόβω Θεού.
22 Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσινὡς τῷ κυρίῳ,
Αι γυναίκες, υποτάσσεσθε εις τους άνδρας σας ως εις τον Κύριον,
23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸςσωτὴρ τοῦ σώματος.
διότι ο ανήρ είναι κεφαλή της γυναικός, καθώς και ο Χριστός κεφαλή της εκκλησίας, και αυτός είναι σωτήρ του σώματος.
24 ἀλλὰ ⸀ὡςἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖςἀνδράσιν ἐν παντί.
Αλλά καθώς η εκκλησία υποτάσσεται εις τον Χριστόν, ούτω και αι γυναίκες ας υποτάσσωνται εις τους άνδρας αυτών κατά πάντα.
25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
Οι άνδρες, αγαπάτε τας γυναίκάς σας, καθώς και ο Χριστός ηγάπησε την εκκλησίαν και παρέδωκεν εαυτόν υπέρ αυτής,
26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
διά να αγιάση αυτήν, καθαρίσας με το λουτρόν του ύδατος διά του λόγου,
27 ἵνα παραστήσῃ ⸀αὐτὸςἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
διά να παραστήση αυτήν εις εαυτόν ένδοξον εκκλησίαν, μη έχουσαν κηλίδα ή ρυτίδα ή τι των τοιούτων, αλλά διά να ήναι αγία και άμωμος.
28 οὕτως ὀφείλουσιν ⸀καὶοἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
Ούτω χρεωστούσιν οι άνδρες να αγαπώσι τας εαυτών γυναίκας ως τα εαυτών σώματα. Όστις αγαπά την εαυτού γυναίκα εαυτόν αγαπά·
29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸςτὴν ἐκκλησίαν,
διότι ουδείς εμίσησέ ποτέ την εαυτού σάρκα, αλλ' εκτρέφει και περιθάλπει αυτήν, καθώς και ο Κύριος την εκκλησίαν·
30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ
επειδή μέλη είμεθα του σώματος αυτού, εκ της σαρκός αυτού και εκ των οστέων αυτού.
31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν⸀πατέρακαὶ ⸀τὴνμητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Διά τούτο θέλει αφήσει ο άνθρωπος τον πατέρα αυτού και την μητέρα και θέλει προσκολληθή εις την γυναίκα αυτού, και θέλουσιν είσθαι οι δύο εις σάρκα μίαν.
32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
Το μυστήριον τούτο είναι μέγα, εγώ δε λέγω τούτο περί Χριστού και περί της εκκλησίας.
33 πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Πλην και σεις οι καθ' ένα έκαστος την εαυτού γυναίκα ούτως ας αγαπά ως εαυτόν, η δε γυνή ας σέβηται τον άνδρα.