< Προς Εφεσιους 2 >
1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ⸀ὑμῶν
Also you — being dead in the trespasses and the sins,
2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· (aiōn )
in which once ye did walk according to the age of this world, according to the ruler of the authority of the air, of the spirit that is now working in the sons of disobedience, (aiōn )
3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ⸀ἤμεθατέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί·
among whom also we all did walk once in the desires of our flesh, doing the wishes of the flesh and of the thoughts, and were by nature children of wrath — as also the others,
4 ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
and God, being rich in kindness, because of His great love with which He loved us,
5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ— χάριτί ἐστε σεσῳσμένοι—
even being dead in the trespasses, did make us to live together with the Christ, (by grace ye are having been saved, )
6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
and did raise [us] up together, and did seat [us] together in the heavenly [places] in Christ Jesus,
7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ⸂τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. (aiōn )
that He might show, in the ages that are coming, the exceeding riches of His grace in kindness toward us in Christ Jesus, (aiōn )
8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι ⸀διὰπίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·
for by grace ye are having been saved, through faith, and this not of you — of God the gift,
9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
not of works, that no one may boast;
10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
for of Him we are workmanship, created in Christ Jesus to good works, which God did before prepare, that in them we may walk.
11 Διὸ μνημονεύετε ὅτι ⸂ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
Wherefore, remember, that ye [were] once the nations in the flesh, who are called Uncircumcision by that called Circumcision in the flesh made by hands,
12 ὅτι ⸀ἦτετῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
that ye were at that time apart from Christ, having been alienated from the commonwealth of Israel, and strangers to the covenants of the promise, having no hope, and without God, in the world;
13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ⸂ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
and now, in Christ Jesus, ye being once afar off became nigh in the blood of the Christ,
14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ,
for he is our peace, who did make both one, and the middle wall of the enclosure did break down,
15 τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ⸀αὑτῷεἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,
the enmity in his flesh, the law of the commands in ordinances having done away, that the two he might create in himself into one new man, making peace,
16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
and might reconcile both in one body to God through the cross, having slain the enmity in it,
17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνηνὑμῖν τοῖς μακρὰν καὶ ⸀εἰρήνην τοῖς ἐγγύς·
and having come, he did proclaim good news — peace to you — the far-off and the nigh,
18 ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
because through him we have the access — we both — in one Spirit unto the Father.
19 ἄρα οὖν οὐκέτι ἐστὲξένοι καὶ πάροικοι, ἀλλὰ ⸀ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,
Then, therefore, ye are no more strangers and foreigners, but fellow-citizens of the saints, and of the household of God,
20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ⸂Χριστοῦ Ἰησοῦ,
being built upon the foundation of the apostles and prophets, Jesus Christ himself being chief corner -[stone],
21 ἐν ᾧ ⸀πᾶσαοἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
in whom all the building fitly framed together doth increase to an holy sanctuary in the Lord,
22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.
in whom also ye are builded together, for a habitation of God in the Spirit.