< Προς Εφεσιους 1 >
1 Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ⸂[ἐν Ἐφέσῳ⸃ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
这封信来自按照上帝旨意成为基督耶稣使徒的保罗,写给以弗所的基督徒以及相信基督耶稣之人。
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
愿你们获得来自我们父亲上帝以及主耶稣基督的恩惠与平安。
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
赞美上帝,即我们主耶稣基督之父,他通过基督将天堂世界中的灵性善意赐予我们,
4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
他在创世前拣选我们与他同在,让我们可以在爱中成为神圣,在他面前没有过错。
5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
他事先决定收养我们作为他的孩子,通过耶稣基督将我们带到他身边。他很高兴这样做,因为这就是他希望做的。
6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ ⸀ἧςἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
因此我们赞美他的荣耀恩典,他通过其爱子如此仁慈地赐给我们。
7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ ⸂τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ
我们通过他的血获得救赎,通过他慷慨提供给我们的无价恩典
8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει
以及所有的智慧和理解,赦免了我们的罪。
9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ
他向我们显示了他之前隐藏的意志,他愿意在恰当的时间实行他的计划,
10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ,
以基督聚集所有人,包括天上的人和地上的人。
11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,
通过他——我们被提前拣选出来。制定这计划之人,是根据上帝的意愿完成一切工作,
12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
这样做的目的,是为了让我们这些最先对基督翘首以盼之人,能够赞美他的荣耀。
13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
通过他——你还听到了真理之语,这是你们获得拯救的福音。通过他——因为你信任他,你就被烙上了圣灵承诺的印记,
14 ⸀ὅἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
这是我们得到的第一笔继承,上帝在拿走那些为了自己——也为了我们保存完好的一切时, 会将这遗产交给我们,我们会赞美他,颂扬他的荣耀!
15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ⸂ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
我听说过你们对主耶稣的信任,以及你们对所有基督徒的爱,这就是原因。
16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν ⸀μνείανποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
我从未停止为你感谢上帝,在我的祈祷中记住你。
17 ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
我祈求我主耶稣基督的上帝,荣耀的父,赐给你们智慧的灵,让你们看到并认识他真实的样子。
18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίςἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, ⸀τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
愿你的心获得启迪,这样就能明白他召唤你们去拥有的希望——他承诺将这这些荣耀富有,交给他的神圣子民作为遗产。
19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ
愿你们也理解上帝在让基督
20 ἣν ⸀ἐνήργηκενἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ⸀ἐκνεκρῶν, καὶ ⸀καθίσαςἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
死而复生所展现的惊人能力。上帝在天上将基督安置在他的右手边,
21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· (aiōn )
其地位远高于任何统治者、权威或领袖,或任何拥有头衔的领导者——不仅在现世,在来世也是如此。 (aiōn )
22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
上帝让万物服从于基督,授予他作为在教会中掌管一切的责任,
23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
教会就是基督的身体,是基督为带来一切并实现圆满。