< Προς Κολοσσαεις 1 >
1 Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
Paul, the apostle of Jesus Christ through the will of God, and brother Timothy,
2 τοῖς ἐν ⸀Κολοσσαῖςἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸀ἡμῶν
to the saints who are in Colossae and the faithful brethren in Christ. Grace to you and peace from God our Father.
3 Εὐχαριστοῦμεν τῷ ⸀θεῷπατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε ⸀περὶὑμῶν προσευχόμενοι,
We give thanks to God even the Father of our Lord Jesus Christ, always praying for you,
4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους
having heard of your faith in Christ Jesus, and the divine love which you have toward all the saints.
5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
on account of the hope which awaits you in the heavens, which you heard before in the word of the truth of the gospel,
6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ ⸀κόσμῳἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
having come to you, as it is indeed in the whole world bearing fruit and increasing, as also among you, from the day on which you heard and have known the grace of God in truth;
7 ⸀καθὼςἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν ὅς ἐστιν πιστὸς ὑπὲρ ⸀ἡμῶν διάκονος τοῦ Χριστοῦ,
as you have learned from Epaphras our beloved fellow-servant, who is the faithful minister of Christ your behalf,
8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
who also having revealed to us your divine love in the Spirit.
9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
Therefore we, from the day on which we heard, do not cease praying for you, and asking that you may be filled with the perfect knowledge of his will in all wisdom, and spiritual understanding,
10 ⸀περιπατῆσαιἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ⸂τῇ ἐπιγνώσει τοῦ θεοῦ,
that you may walk worthily of the Lord in all loyalty, in every good work bearing fruit, and increasing in the perfect knowledge of God.
11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς,
being impowered with all power, according to the might of his glory, in all patience and longsuffering with joy;
12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ⸀ὑμᾶςεἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
giving thanks to the Father, who has made us worthy unto a participation of the inheritance of the saints in light;
13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
who delivered us from the power of darkness, and transplanted us into the kingdom of the Son of his love;
14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
in whom we have redemption, the remission of sins:
15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
who is the image of the invisible God, being the first begotten of all creation,
16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ ⸀πάνταἐν τοῖς οὐρανοῖς ⸀καὶἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
because in him all things are created, in the heavens and upon the earth, visible and invisible, whether thrones or lordships or governments or authorities. All things were created by him, and unto him;
17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,
and he before all things, and all things consist in him:
18 καὶ αὐτός ἐστινἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ⸀ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
and himself is the head of the body, the church: who is the beginning, the first begotten from the dead, in order that in all things himself may be preeminent:
19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
because in him all fulness is pleased to dwell;
20 καὶ διʼ αὐτοῦἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, ⸂[διʼ αὐτοῦ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ⸀ἐντοῖς οὐρανοῖς·
and through him, to reconcile all things unto himself, having made peace through the blood of his cross: through him, whether things upon the earth, or things in the heavens.
21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς—
And you, being at one time aliens and enemies in your minds on account of wicked works, nevertheless he has now reconciled
22 νυνὶ δὲ ⸀ἀποκατηλλάγητεἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου— παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
in the body of his cross through death, to present you holy and blameless and unreprovable before him,
23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν ⸀πάσῃκτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
if you abide in the faith, having been grounded and firm, and not moved from the hope of the gospel which you have heard, having been preached in all creation which is under heaven; whose minister I Paul became.
24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
Now I rejoice in sufferings in your behalf, and am filling up the residue of the afflictions of Christ in my flesh in behalf of his body, which is the church;
25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
whose minister I became, according to the economy of God which was given to me unto you, to fulfill the word of God,
26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, — ⸀νῦνδὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, (aiōn )
the mystery which has been hidden from ages and from the generations: but is now made manifest to his saints, (aiōn )
27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ⸀ὅἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
to whom God willed to make known what is the riches of the glory of this mystery among the Gentiles, who is Christ in you, the hope of glory:
28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν ⸀Χριστῷ
whom we preach, admonishing every man and teaching every man in all wisdom, in order that we may present every man perfect in Christ;
29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
unto which I also labor, agonizing according to his energy, working in me with power.