< Πραξεις 1 >
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁἸησοῦς ποιεῖν τε καὶ διδάσκειν
The former narrative I composed, O Theophilus, concerning all things which Jesus began to do and teach,
2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
even to the day in which he was taken up, after he had, by the Holy Spirit, given charge to the Apostles, whom he had chosen.
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·
To whom, also, he presented himself alive, after his sufferings, by many infallible proofs; being seen by them forty days, and speaking of the things concerning the kingdom of God.
4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
And having assembled them together, he charged them not to depart from Jerusalem, but to wait for the promise of the Father, which, said he, you have heard from me.
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
For John, indeed, immersed in water, but you shall be immersed in the Holy Spirit, within a few days.
6 Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτωναὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
They, therefore, being assembled together, asked him, saying, Lord, wilt thou, at this time, restore the kingdom to Israel?
7 εἶπεν ⸀δὲπρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
But he said to them, It is not for you to know the times or the seasons which the Father has reserved to himself.
8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μουμάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
But you shall receive power by the Holy Spirit coming upon you, and shall be my witnesses in Jerusalem, and in all Judea, and in Samaria, and even to the remotest parts of the earth.
9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
And, having said these things, while they beheld, he was lifted up, and a cloud received him out of their sight.
10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς,
And while they were steadfastly looking up to heaven, as he ascended, behold two men in white raiment stood near them;
11 οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντεςεἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
who also said, Galileans, why do you stand gazing up to heaven? This Jesus, who is taken up from you into heaven, shall also come in the same manner as you have seen him going to heaven.
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
Then they returned to Jerusalem, from the mount called Olivet, which is from Jerusalem a Sabbath day's journey.
13 καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
And when they were come into the city, they went up into an upper room, where abode both Peter, and James, and John, and Andrew, Philip and Thomas, Bartholomew and Matthew, James, son of Alpheus, and Simon, the Zealot, and Judas, brother of James.
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇσὺν γυναιξὶν καὶ ⸀Μαριὰμτῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺντοῖς ἀδελφοῖς αὐτοῦ.
These all unanimously persevered in prayer, with the women, and with Mary, the mother of Jesus, and with his brethren.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶνεἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡςἑκατὸν εἴκοσι)·
And in these days, Peter, rising up in the midst of the disciples, (now the number of persons assembled was about a hundred and twenty, ) said
16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴνἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν
Brethren, it was necessary this scripture should be fulfilled, which the Holy Spirit formerly spoke, by the mouth of David, with respect to Judas, who became the guide of those that apprehended Jesus:
17 ὅτι κατηριθμημένος ἦν ⸀ἐνἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.—
(for he was numbered with us, and had obtained a part of this ministry: )
18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
this man, therefore, purchased a field with the reward of iniquity, and falling down on his face, he burst asunder in the middle, and all his bowels gushed out:
19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳδιαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.—
and it was known to all the inhabitants of Jerusalem, so that field is called, in their language, Aceldama, that is, The Field of Blood.
20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτωἕτερος.
For it is written in the book of Psalms, "Let his habitation be desolate, and let no man dwell in it": and, "Let another take his office."
21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧεἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
It is necessary, therefore, that one of the men who have continued with us all the time the Lord Jesus was conversant among us,
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι ἕνα τούτων.
commencing from his immersion by John, until the day of his assumption, should be constituted a witness with us, of his resurrection.
23 καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
And they set up two men, Joseph, called Barsabas, who was surnamed Justus, and Matthias.
24 καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα,
And they prayed, saying, Thou, Lord, who knowest the hearts of all, show which of these two thou hast chosen,
25 λαβεῖν τὸν ⸀τόποντῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφʼἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
that he may take part of the ministry and apostleship, from which Judas fell by transgression, that he might goes to his own place.
26 καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
And they cast lots, and the lot fell upon Matthias, and he was numbered with the eleven Apostles.