< Πραξεις 7 >

1 Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰταῦτα οὕτως ἔχει;
And the high priests said; Are these things so?
2 ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
And he said, Men, brothers and fathers, hear ye; The God of glory appeared to our father Abraham, while he was in Mesopotamia, before he migrated into Haran, and He said to him;
3 καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκτῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴνγῆν ἣν ἄν σοι δείξω.
Come out from thy country and from thy kindred, and come hither into the land which I will show unto thee.
4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
And after his father died he migrated himself thence into this country in which you now dwell,
5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
and God gave him no inheritance in it, not the step of his foot; and he promised to give it to him, and his seed after him, for an inheritance, there being no child to him.
6 ἐλάλησεν ⸀δὲοὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
And thus God spoke, that his seed shall sojourn in a strange land, and they will enslave it and oppress it four hundred years.
7 καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν⸀δουλεύσουσινκρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
And the nation whom they shall serve I will judge, says God, and after these things they shall come out and serve me in this place.
8 καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶἸσαὰκ τὸν Ἰακώβ, ⸁καὶἸακὼβ τοὺς δώδεκα πατριάρχας.
And He gave him the covenant of circumcision; and so he begat Isaac, and circumcised him on the eighth day; and Isaac, Jacob; and Jacob, the twelve patriarchs.
9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ,
And the patriarchs, envying Joseph, sold him into Egypt:
10 καὶἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
and God was with him, and delivered him out of all his troubles, and gave him grace and wisdom before Pharaoh the king of Egypt; and he placed him governor over Egypt and all his house.
11 ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτονκαὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
And the famine came into all the land and Canaan, and great distress: and our fathers found no sustenance.
12 ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
And Jacob hearing that there is food in Egypt, sent away our fathers first.
13 καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθηἸωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένοςἸωσήφ.
And the second time Joseph was made known to his brethren, and his race became manifest to Pharaoh.
14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
And Joseph sending, called to him Jacob his father, and all the family, seventy-five souls.
15 ⸂καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
And Jacob went down into Egypt, and he and our fathers died there.
16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐνΣυχέμ.
And they were carried over into Shechem, and buried in a tomb which Abraham purchased from the sons of Emmor in Shechem with a sum of money.
17 Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησενὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
When the time of the promise which God made with Abraham drew nigh, the people increased and multiplied in Egypt,
18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
until another king arose over Egypt, who knew not Joseph.
19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέραςτοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
He dealing fraudulently with our race, afflicted our fathers, that they should expose their infants, so that they should not live.
20 ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός·
During which time Moses was born, and was beautiful to God; who was kept three months in the house of his father.
21 ⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
And he being exposed, the daughter of Pharaoh took him, and adopted him for a son to herself.
22 καὶ ἐπαιδεύθη ⸀Μωϋσῆςπάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ
And Moses was educated in all the wisdom of the Egyptians; and was mighty in his words and works.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
And when the time of the fortieth year was fulfilled to him, it came into his heart to visit his brethren, the children of Israel.
24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
And seeing a certain one suffering affliction, he interposed, and executed vengeance in behalf of the oppressed one, slaying the Egyptian.
25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺςὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
And he supposed that his brethren would understand that God through his hand is giving them salvation: but they did not recognize it.
26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεναὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε ἱνατί ἀδικεῖτε ἀλλήλους;
On the following day, he appeared to them fighting, and undertook to reduce them to peace, saying, Men, you are brethren; therefore do not injure one another.
27 ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν
And the one injuring his neighbor thrust him away, saying, Who appointeth you a leader and a judge over us?
28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲςτὸν Αἰγύπτιον;
whether do you wish to kill me, in the manner in which you slew the Egyptian yesterday?
29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
And at this word Moses fled, and became a sojourner in the land of Midia, where he begat two sons.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελοςἐν φλογὶ πυρὸς βάτου·
And forty years having passed away, an angel appeared to him in the desert of Mount Sinai in the flame of fire of the bramble bush.
31 ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεντὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου
And Moses, seeing the sight, was astonished: and he coming nigh to investigate, the voice of the Lord came:
32 Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶἸσαὰκ ⸁καὶἸακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
I am the God of thy fathers, the God of Abraham, and of Isaac, and of Jacob. And Moses trembling, did not dare to investigate.
33 εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
And the Lord said to him, Loose the sandal of thy feet: for the place on which thou standest is holy ground.
34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλωσε εἰς Αἴγυπτον.
Seeing, I have seen the affliction of my people who are in Egypt, and heard their groaning, and have come down to deliver them. And come now, I will send thee into Egypt.
35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶδικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
And this Moses whom they denied, saying, Who hath established thee a ruler and a judge? him hath God sent a ruler and deliverer, with the hand of an angel having appeared unto him in a bush.
36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇΑἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
He led them out, doing wonders and miracles in the land of Egypt, and in the Red Sea, and in the wilderness forty years.
37 οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπαςτοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
This Moses is the one having said to the sons of Israel, A prophet will God raise up to you of your brethren, like unto me.
38 οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγιαζῶντα δοῦναι ⸀ἡμῖν
And this is the one being in the church in the wilderness with the angel speaking to him in Mount Sinai, and with our fathers: who received the living oracles to give unto us;
39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
to whom our fathers were not willing to be obedient, but thrust him away, and turned back in their hearts towards Egypt,
40 εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετοαὐτῷ.
saying to Aaron, Make us gods who shall go before us: for this Moses, who led us out from the land of Egypt, we know not what happened to him.
41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
And they made a calf in those days, and offered sacrifice to the idol, and rejoiced in the works of their own hands.
42 ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
And God turned away, and gave them up to serve the host of the heaven; as has been written in the book of the prophets: Slain victims and sacrifices you have not brought unto me forty years in the wilderness, O house of Israel.
43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ⸀Ῥαιφάν τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
And ye took up the shrine of Moloch, and the star of the god Remphan, images which you made to worship them; and I will transport you beyond Babylon.
44 Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
And the tabernacle of testimony was with our fathers in the wilderness, as the one speaking to Moses commanded him to make it according to the example he had seen;
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ·
which our fathers receiving, brought in along with Joshua in the dispossession of the nations, whom God drove out, from the face of our fathers, until the days of David,
46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷἸακώβ.
who found favor before God, and asked that he should build a tabernacle for the house of Jacob.
47 Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
But Solomon built a house for him.
48 ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοιςκατοικεῖ· καθὼς ὁ προφήτης λέγει·
But the Most High dwelleth not in houses built with hands, as the prophet says,
49 Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
Heaven is my throne, and earth the footstool of my feet: What house will you build for me? says the Lord; Or what shall be the place of my rest?
50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
Hath not my hand made all of these things?
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαιςκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
Ye stiffnecked and uncircumcised in heart and ears, you do always resist the Holy Ghost; as your fathers did, so do ye.
52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε
Which one of the prophets did your fathers not persecute? and they slew those proclaiming concerning the coming of the Righteous One, whose betrayers and murderers you became:
53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
who received the law in the administrations of angels, and did not keep it.
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.
And hearing these words, they were cut through their hearts and gnashed their teeth at him.
55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
But he, being full of the Holy Ghost, and looking up to heaven, saw the glory of God, and Jesus standing on the right hand of God,
56 καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένουςκαὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
and said, Behold, I see the heavens opened, and the Son of man standing on the right hand of God.
57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν,
And crying out with a loud voice, they stopped their ears, and unanimously rushed on him,
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶνπαρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
and casting him out from the city, they began to stone him. And the witnesses laid down their garments at the feet of a young man, called Saul:
59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·
and continued to stone Stephen, calling upon the Lord, and saying, Lord Jesus, receive my spirit.
60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
And putting down his knees, he cried with a loud voice, Lord, do not impute this sin to them. And saying this, he fell asleep.

< Πραξεις 7 >