< Πραξεις 5 >
1 Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
Άνθρωπος δε τις Ανανίας το όνομα μετά της γυναικός αυτού Σαπφείρης επώλησε κτήμα
2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
και εκράτησεν από της τιμής, εν γνώσει και της γυναικός αυτού, και φέρων μέρος τι έθεσεν εις τους πόδας των αποστόλων.
3 εἶπεν δὲ ⸀ὁΠέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαιἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
Είπε δε ο Πέτρος· Ανανία, διά τι εγέμισεν ο Σατανάς την καρδίαν σου, ώστε να ψευσθής εις το Πνεύμα το Άγιον και να κρατήσης από της τιμής του αγρού;
4 οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
Ενώ έμενε, δεν ήτο σου; και αφού επωλήθη, δεν ήτο εν τη εξουσία σου; διά τι έβαλες εν τη καρδία σου το πράγμα τούτο; δεν εψεύσθης εις ανθρώπους, αλλ' εις τον Θεόν.
5 ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας
Ενώ δε ήκουεν ο Ανανίας τους λόγους τούτους, έπεσε και εξεψύχησε, και επέπεσε φόβος μέγας επί πάντας τους ακούοντας ταύτα.
6 ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
Σηκωθέντες δε οι νεώτεροι, ετύλιξαν αυτόν και εκβαλόντες έθαψαν.
7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
Μετά δε περίπου τρεις ώρας εισήλθεν η γυνή αυτού, μη εξεύρουσα το γεγονός.
8 ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν ⸀Πέτρος Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου.
Και απεκρίθη προς αυτήν ο Πέτρος· Ειπέ μοι, διά τόσον επωλήσατε τον αγρόν; Και εκείνη είπε· Ναι, διά τόσον.
9 ὁ δὲ ⸀Πέτροςπρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
Και ο Πέτρος είπε προς αυτήν· Διά τι συνεφωνήσατε να πειράζητε το Πνεύμα του Κυρίου; ιδού, εις την θύραν οι πόδες των θαψάντων τον άνδρα σου και θέλουσιν εκβάλει και σε.
10 ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸςτοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
Και έπεσε παρευθύς εις τους πόδας αυτού και εξεψύχησεν· εισελθόντες δε οι νεανίσκοι, εύρον αυτήν νεκράν και εκβαλόντες έθαψαν πλησίον του ανδρός αυτής.
11 καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
Και επέπεσε φόβος μέγας εφ' όλην την εκκλησίαν και επί πάντας τους ακούοντας ταύτα.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ· καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντεςἐν τῇ Στοᾷ Σολομῶντος·
Πολλά δε σημεία και τέρατα εγίνοντο εν τω λαώ διά των χειρών των αποστόλων· και ήσαν ομοθυμαδόν άπαντες εν τη στοά του Σολομώντος.
13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός,
Εκ δε των λοιπών ουδείς ετόλμα να προσκολληθή εις αυτούς, ο λαός όμως εμεγάλυνεν αυτούς·
14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
και προσετίθεντο μάλλον πιστεύοντες εις τον Κύριον, πλήθη ανδρών τε και γυναικών,
15 ὥστε ⸂καὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίωνκαὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃτινὶ αὐτῶν.
ώστε έφερον έξω εις τας πλατείας τους ασθενείς και έθετον επί κλινών και κραββάτων, διά να επισκιάση καν η σκιά του Πέτρου ερχομένου τινά εξ αυτών.
16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεωνἸερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Συνήρχετο δε και το πλήθος των πέριξ πόλεων εις Ιερουσαλήμ φέροντες ασθενείς και ενοχλουμένους υπό πνευμάτων ακαθάρτων, οίτινες εθεραπεύοντο άπαντες.
17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
Και σηκωθείς ο αρχιερεύς και πάντες οι μετ' αυτού, οίτινες ήσαν αίρεσις των Σαδδουκαίων, επλήσθησαν ζήλου
18 καὶ ἐπέβαλον τὰς ⸀χεῖραςἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
και επέβαλον τας χείρας αυτών επί τους αποστόλους, και έβαλον αυτούς εις δημοσίαν φυλακήν.
19 ἄγγελος δὲ κυρίου ⸀διὰνυκτὸς ⸀ἤνοιξετὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν·
Άγγελος όμως Κυρίου διά της νυκτός ήνοιξε τας θύρας της φυλακής, και εκβαλών αυτούς είπεν·
20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
Υπάγετε, και σταθέντες λαλείτε εν τω ιερώ προς τον λαόν πάντας τους λόγους της ζωής ταύτης.
21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
Και ακούσαντες εισήλθον την αυγήν εις το ιερόν και εδίδασκον. Ελθών δε ο αρχιερεύς και οι μετ' αυτού, συνεκάλεσαν το συνέδριον και όλην την γερουσίαν των υιών του Ισραήλ και έστειλαν εις το δεσμωτήριον, διά να φέρωσιν αυτούς.
22 οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
Οι δε υπηρέται ελθόντες δεν εύρον αυτούς εν τη φυλακή, και επιστρέψαντες απήγγειλαν,
23 λέγοντες ὅτι ⸀Τὸδεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶτῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
λέγοντες ότι το μεν δεσμωτήριον εύρομεν κεκλεισμένον μετά πάσης ασφαλείας, και τους φύλακας ισταμένους έξω έμπροσθεν των θυρών, ανοίξαντες δε ουδένα εύρομεν έσω.
24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τεστρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
Ως δε ήκουσαν τους λόγους τούτους και ο ιερεύς και ο στρατηγός του ιερού και οι αρχιερείς, ήσαν εν απορία περί αυτών εις τι έμελλε να καταντήση τούτο.
25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
Και ελθών τις απήγγειλε προς αυτούς, λέγων ότι ιδού, οι άνθρωποι, τους οποίους εβάλετε εις την φυλακήν, ίστανται εν τω ιερώ και διδάσκουσι τον λαόν.
26 τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεναὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴλιθασθῶσιν.
Τότε υπήγεν ο στρατηγός μετά των υπηρετών και έφερεν αυτούς, ουχί μετά βίας· διότι εφοβούντο τον λαόν, μη λιθοβοληθώσι.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
Και αφού έφεραν αυτούς, έστησαν εν τω συνεδρίω. Και ηρώτησεν αυτούς ο αρχιερεύς
28 ⸀λέγων Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
λέγων· Δεν σας παρηγγείλαμεν ρητώς να μη διδάσκητε εν τω ονόματι τούτω; και ιδού, εγεμίσατε την Ιερουσαλήμ από της διδαχής σας, και θέλετε να φέρητε εφ' ημάς το αίμα του ανθρώπου τούτου.
29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
Αποκριθείς δε ο Πέτρος και οι απόστολοι, είπον· Πρέπει να πειθαρχώμεν εις τον Θεόν μάλλον παρά εις τους ανθρώπους.
30 ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
Ο Θεός των πατέρων ημών ανέστησε τον Ιησούν, τον οποίον σεις εθανατώσατε κρεμάσαντες επί ξύλου·
31 τοῦον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν·
τούτον ο Θεός ύψωσε διά της δεξιάς αυτού Αρχηγόν και Σωτήρα, διά να δώση μετάνοιαν εις τον Ισραήλ και άφεσιν αμαρτιών.
32 καὶ ἡμεῖς ⸀ἐσμενμάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦματὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
Και ημείς είμεθα μάρτυρες αυτού περί των λόγων τούτων, και το Πνεύμα δε το Άγιον, το οποίον έδωκεν ο Θεός εις τους πειθαρχούντας εις αυτόν.
33 Οἱ δὲ ⸀ἀκούσαντεςδιεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
Οι δε ακούσαντες έτριζον τους οδόντας και εβουλεύοντο να θανατώσωσιν αυτούς.
34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺτοὺς ⸀ἀνθρώπουςποιῆσαι,
Σηκωθείς δε εν τω συνεδρίω Φαρισαίός τις Γαμαλιήλ το όνομα, νομοδιδάσκαλος τιμώμενος υπό παντός του λαού, προσέταξε να εκβάλωσι τους αποστόλους δι' ολίγην ώραν,
35 εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
και είπε προς αυτούς· Άνδρες Ισραηλίται, προσέχετε εις εαυτούς περί των ανθρώπων τούτων τι μέλλετε να πράξητε.
36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθη⸂ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
Διότι προ τούτων των ημερών εσηκώθη ο Θευδάς, λέγων εαυτόν ότι είναι μέγας τις, εις τον οποίον προσεκολλήθη αριθμός ανδρών έως τετρακοσίων· όστις εφονεύθη, και πάντες όσοι επείθοντο εις αυτόν διελύθησαν και κατήντησαν εις ουδέν.
37 μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸνὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
Μετά τούτον εσηκώθη Ιούδας ο Γαλιλαίος εν ταις ημέραις της απογραφής και έσυρεν οπίσω αυτού αρκετόν λαόν· και εκείνος απωλέσθη, και πάντες όσοι επείθοντο εις αυτόν διεσκορπίσθησαν.
38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετεαὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτηἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται,
Και τώρα σας λέγω, απέχετε από των ανθρώπων τούτων και αφήσατε αυτούς· διότι εάν η βουλή αύτη ή το έργον τούτο ήναι εξ ανθρώπων, θέλει ματαιωθή·
39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθεκαταλῦσαι ⸀αὐτούς) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ,
εάν όμως ήναι εκ Θεού, δεν δύνασθε να ματαιώσητε αυτό, και προσέχετε μήπως ευρεθήτε και θεομάχοι. Και επείσθησαν εις αυτόν,
40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσαν
και προσκαλέσαντες τους αποστόλους, έδειραν και παρήγγειλαν να μη λαλώσιν εν τω ονόματι του Ιησού, και απέλυσαν αυτούς.
41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι·
Εκείνοι λοιπόν ανεχώρουν από προσώπου του συνεδρίου, χαίροντες ότι υπέρ του ονόματος αυτού ηξιώθησαν να ατιμασθώσι.
42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν.
Και πάσαν ημέραν εν τω ιερώ και κατ' οίκον δεν έπαυον διδάσκοντες και ευαγγελιζόμενοι τον Ιησούν Χριστόν.