< Πραξεις 28 >
1 Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμενὅτι ⸀Μελίτηἡ νῆσος καλεῖται.
And having been saved, we recognized that the island is called Melita.
2 οἵ ⸀τεβάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντεςγὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.
And the barbarians extended no small philanthropy to us: for, having kindled a fire, they received us all to it, on account of the recent rain and cold.
3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τιπλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸτῆς θέρμης ⸀ἐξελθοῦσακαθῆψε τῆς χειρὸς αὐτοῦ.
And Paul having gathered up a certain bundle of sticks, and placed it on the fire, a viper, having come out from the heat, fastened on his hand.
4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.
But when the barbarians saw the beast hanging from his hand, they said to one another, Surely this man is a murderer, whom, having been saved from the sea, justice did not permit to live.
5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
Then indeed, having shaken off the beast into the fire, he suffered no injury:
6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοιἔλεγον ⸂αὐτὸν εἶναι θεόν.
and they were looking for him to be about to swell up and suddenly fall down dead. But having looked a long time, and seeing nothing out of place come to him, changing their minds, they said that he was a god.
7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν.
But in the regions around about that place there were farms belonging to the chief man of the island, by name Publius: who, having received us, entertained us courteously three days.
8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳσυνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
And it came to pass, that the father of Publius was lying prostrate with fevers and dysentery: to whom Paul having come in, and prayed, laying hands on him, healed him.
9 τούτου ⸀δὲγενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο,
And this taking place, the rest also, on the island having diseases, continued to come to him, and be healed;
10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας.
who also honored us with many honors; and conferred on us, departing, those things appertaining to use.
11 Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημενἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
And after three months we embarked in an Alexandrian ship, having spent the winter in the island, dedicated to the sons of Jupiter.
12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
And having disembarked into Syracuse, we remained three days;
13 ὅθεν ⸀περιελόντεςκατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,
thence having come circuitously, we arrived into Rhegium. And after one day there being a south wind, we came the second day to Puteoli,
14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρʼαὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.
where having found brethren, we were entreated to remain with them seven days: and thus we came into Rome.
15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθανεἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
And the brethren, hearing the news concerning us, came thence to meet us at the Appian Forum and Three Taverns: whom Paul, seeing, having given thanks to God, took courage.
16 Ὅτε δὲ ⸀εἰσήλθομενεἰς Ῥώμην, ⸂ἐπετράπη τῷ Παύλῳ μένειν καθʼ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
And when we came into Rome, it was permitted to Paul to remain to himself with the soldier guarding him.
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι ⸀αὐτὸντοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς· ⸂Ἐγώ, ἄνδρες ἀδελφοί⸃, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
And it came to pass, after three days, he called together those who were first of the Jews; and they having assembled, he said to them, I, men, brethren, having done nothing against the people, or the customs of our fathers, was committed a prisoner from Jerusalem into the hands of the Romans;
18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
who judging me, were counseling to release me, because there was nothing worthy of death in me:
19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι ⸀κατηγορεῖν
and the Jews speaking against it, I was compelled to appeal to Caesar, not having anything for which to accuse my nation.
20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Then for this cause I have called you, to see you, and talk to you: for on account of the hope of Israel I am bound with this chain.
21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
And they said to him, Neither have we received letters from Judea concerning you, neither has any one of the brethren coming, proclaimed or spoken anything evil concerning you.
22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ⸂ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
But we desire to hear from you what you think: for indeed concerning this sect, it is known to us that it is everywhere spoken against.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ⸀ἧκονπρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε ⸀αὐτοὺςπερὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας.
And having appointed a day with him, many came to him into his hired house, to whom witnessing he expounded the kingdom of God, indeed persuading them concerning Jesus, both from the law of Moses, and the prophets, from morning unto evening.
24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν,
And some of them indeed believed the things spoken, but others continued to doubt;
25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ⸀ὑμῶν
and they being disharmonious to one another, dispersed, Paul saying one word, that truly the Holy Ghost spoke through the prophet Isaiah to your fathers, saying,
26 ⸀λέγων Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Go to this people, and say, By hearing ye shall hear, and may not understand; and seeing you shall see, and may not perceive:
27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
for the heart of this people is waxed gross, and they heard with their ears heavily, and closed their eyes; lest they may see with their eyes, and hear with their ears, and understand with their heart, and turn, and I shall heal them.
28 γνωστὸν οὖν ⸂ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη ⸀τοῦτοτὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ⸀ἀκούσονται
Therefore let it be known unto you, that this salvation of God is sent to the Gentiles, and they will hear.
30 ⸀Ἐνέμεινεν⸀δὲδιετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
And he spent a whole biennium in his own hired house, and received all those coming to him,
31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.
preaching the kingdom of God, and teaching those things concerning the Lord Jesus, with all boldness, uninterruptedly.