< Πραξεις 22 >
1 Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας.
Brethren and fathers, hear my defence, which I now make to you.
2 Ἀκούσαντες δὲ ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ φησίν·
And on hearing him speak to them in the Hebrew tongue, they kept the more silence. And he saith:
3 ⸀Ἐγώεἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον,
I am indeed a Jew, born in Tarsus of Cilicia, hut brought up in this city, taught at the feet of Gamaliel in the strictness of the Law of our fathers, being zealous for God, as ye all are this day.
4 ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
And I persecuted this way [[of belief]] even to death, binding and putting into prisons both men and women,
5 ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρʼ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἰερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
as also the high-priest beareth me witness, and all the elderhood; from whom I received letters to the brethren, and was on my way to Damascus to bring those also that were there, bound, to Jerusalem, that they might be punished.
6 Ἐγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμέ,
But it came to pass, as I was on my way, and approaching Damascus, that about noon there suddenly shone around me a great light from heaven;
7 ἔπεσά τε εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις;
and I fell to the ground, and heard a voice saying to me, Saul, Saul, why dost thou persecute me?
8 ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, κύριε; εἶπέν τε πρὸς ⸀ἐμέ Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος ὃν σὺ διώκεις.
And I answered, Who art thou, Lord? And he said to me, I am Jesus the Nazarene, whom thou persecutest.
9 οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ⸀ἐθεάσαντοτὴν δὲ φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
And they that were with me saw indeed the light, and were afraid; but the voice of him that spoke to me they did not hear.
10 εἶπον δέ· Τί ποιήσω, κύριε; ὁ δὲ κύριος εἶπεν πρός με· Ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
And I said, What shall I do, Lord? And the Lord said to me, Arise, and go into Damascus; and there thou wilt be told of all which it hath been appointed thee to do.
11 ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
And as I could not see by reason of the brightness of that light, I was led by the hand of those that were with me, and came into Damascus.
12 Ἁνανίας δέ τις ἀνὴρ ⸀εὐλαβὴςκατὰ τὸν νόμον μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων Ἰουδαίων,
But one Ananias, a devout man according to the Law, well spoken of by all the Jews who dwelt there,
13 ἐλθὼν πρὸς ⸀ἐμὲκαὶ ἐπιστὰς εἶπέν μοι· Σαοὺλ ἀδελφέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
came to me, and standing over me said, Brother Saul, receive sight. And I immediately looked up upon him.
14 ὁ δὲ εἶπεν· Ὁ θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι φωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
And he said, The God of our fathers chose thee to know his will, and to see the Righteous One, and to hear a voice from his mouth;
15 ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
for thou shalt be a witness for him to all men of what thou hast seen and heard.
16 καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα ⸀αὐτοῦ
And now why dost thou delay? Arise, and be baptized, and wash away thy sins, calling on his name.
17 Ἐγένετο δέ μοι ὑποστρέψαντι εἰς Ἰερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
And it came to pass after my return to Jerusalem, while I was praying in the temple, that I fell into a trance,
18 καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι· Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί ⸀σουμαρτυρίαν περὶ ἐμοῦ.
and saw him saying to me, Make haste, and go quickly out of Jerusalem; for they will not receive thy testimony concerning me.
19 κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
And I said, Lord, they know that I imprisoned, and beat in every synagogue, those that believed in thee;
20 καὶ ὅτε ⸀ἐξεχύννετοτὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶαὐτὸς ἤμην ἐφεστὼς καὶ συνευδοκῶν ⸀καὶ φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
and when the blood of Stephen, thy witness, was shed, I myself was standing by and consenting, and keeping the garments of those who slew him.
21 καὶ εἶπεν πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
And he said to me, Depart; for I will send thee far hence to the gentiles.
22 Ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
And they listened to him as far as this word, and then lifted up their voices, and said, Away with such a fellow from the earth! for it was not fit that he should live.
23 ⸀κραυγαζόντων⸀τεαὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
And as they were crying out, and shaking their garments, and throwing dust into the air,
24 ἐκέλευσεν ⸂ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, ⸀εἴπαςμάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ διʼ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
the chief captain ordered him to be brought into the castle, and bade that he should be examined by scourging; that he might ascertain for what cause they were thus crying out against him.
25 ὡς δὲ ⸀προέτειναναὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον ὁ Παῦλος· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
But when they had stretched him out with the cords, Paul said to the centurion that stood by, Is it lawful for you to scourge a man that is a Roman, and uncondemned?
26 ἀκούσας δὲ ὁ ἑκατοντάρχης προσελθὼν ⸂τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων· ⸀Τίμέλλεις ποιεῖν; ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστιν.
When the centurion heard this, he went and told the chief captain, saying, What art thou about to do? For this man is a Roman.
27 προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, ⸀σὺῬωμαῖος εἶ; ὁ δὲ ἔφη· Ναί.
Then the chief captain came and said to him, Tell me, art thou a Roman? He said, Yes.
28 ἀπεκρίθη ⸀δὲὁ χιλίαρχος· Ἐγὼ πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. ὁ δὲ Παῦλος ἔφη· Ἐγὼ δὲ καὶ γεγέννημαι.
The chief captain answered, For a great sum I obtained this citizenship. And Paul said, But I was born a Roman.
29 εὐθέως οὖν ἀπέστησαν ἀπʼ αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ ὁ χιλίαρχος δὲ ἐφοβήθη ἐπιγνοὺς ὅτι Ῥωμαῖός ἐστιν καὶ ὅτι ⸂αὐτὸν ἦν δεδεκώς.
They therefore who were about to examine him left him immediately. And the chief captain also was alarmed when he knew that he was a Roman, and because he had bound him.
30 Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσφαλὲς τὸ τί κατηγορεῖται ⸀ὑπὸτῶν Ἰουδαίων ἔλυσεν ⸀αὐτόν καὶ ἐκέλευσεν ⸀συνελθεῖντοὺς ἀρχιερεῖς καὶ ⸀πᾶντὸ ⸀συνέδριον καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.
On the morrow, wishing to have certain knowledge why he was accused by the Jews, he released him, and ordered the chief priests and all the council to assemble; and bringing Paul down, he set him before them.