< Πραξεις 21 >
1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα·
And after parting from them, we put out to sea and came straight to Cos, and the day after to Rhodes, and from there to Patara:
2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.
And as there was a ship going to Phoenicia, we went in it.
3 ⸀ἀναφάναντεςδὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομενεἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον.
And when we had come in view of Cyprus, going past it on our left, we went on to Syria, and came to land at Tyre: for there the goods which were in the ship had to be taken out.
4 ⸂ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνεινεἰς ⸀Ἱεροσόλυμα
And meeting the disciples we were there for seven days: and they gave Paul orders through the Spirit not to go up to Jerusalem.
5 ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι
And when these days came to an end, we went on our journey; and they all, with their wives and children, came with us on our way till we were out of the town: and after going on our knees in prayer by the sea,
6 ⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
We said our last words to one another, and got into the ship, and they went back to their houses.
7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς.
And journeying by ship from Tyre we came to Ptolemais; and there we had talk with the brothers and were with them for one day.
8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸀ἤλθομενεἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ.
And on the day after, we went away and came to Caesarea, where we were guests in the house of Philip, the preacher, who was one of the seven.
9 τούτῳ δὲ ἦσαν θυγατέρες ⸂τέσσαρες παρθένοι προφητεύουσαι.
And he had four daughters, virgins, who were prophets.
10 ἐπιμενόντων ⸀δὲἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος,
And while we were waiting there for some days, a certain prophet, named Agabus, came down from Judaea.
11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ⸀ἑαυτοῦτοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
And he came to us, and took the band of Paul's clothing, and putting it round his feet and hands, said, The Holy Spirit says these words, So will the Jews do to the man who is the owner of this band, and they will give him up into the hands of the Gentiles.
12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ.
And hearing these things, we and those who were living in that place made request to him not to go to Jerusalem.
13 ⸂τότε ἀπεκρίθη ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ.
Then Paul said, What are you doing, weeping and wounding my heart? for I am ready, not only to be a prisoner, but to be put to death at Jerusalem for the name of the Lord Jesus.
14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· ⸂Τοῦ κυρίου τὸ θέλημα ⸀γινέσθω
And as he might not be moved we did no more, saying, Let the purpose of God be done.
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ⸀Ἱεροσόλυμα
And after these days we got ready and went up to Jerusalem.
16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
And some of the disciples from Caesarea went with us, taking a certain Mnason of Cyprus, one of the early disciples, in whose house we were to be living.
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντοἡμᾶς οἱ ἀδελφοί.
And when we came to Jerusalem, the brothers were pleased to see us.
18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
And on the day after, Paul went with us to James, and all the rulers of the church were present.
19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
And when he had said how glad he was to see them, he gave them a detailed account of the things which God had done through his work among the Gentiles.
20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ⸀θεόν ⸂εἶπόν τε αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·
And hearing it, they gave praise to God; and they said to him, You see, brother, what thousands there are among the Jews, who have the faith; and they all have a great respect for the law:
21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
And they have had news of you, how you have been teaching all the Jews among the Gentiles to give up the law of Moses, and not to give circumcision to their children, and not to keep the old rules.
22 τί οὖν ἐστιν; πάντως ⸀ἀκούσονταιὅτι ἐλήλυθας.
What then is the position? They will certainly get news that you have come.
23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ⸀ἀφʼἑαυτῶν.
Do this, then, which we say to you: We have four men who have taken an oath;
24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς ἵνα ⸀ξυρήσονταιτὴν κεφαλήν, καὶ ⸀γνώσονταιπάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ⸂φυλάσσων τὸν νόμον.
Go with these, and make yourself clean with them, and make the necessary payments for them, so that they may be free from their oath: and everyone will see that the statements made about you are not true, but that you put yourself under rule, and keep the law.
25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ⸀ἀπεστείλαμεν⸀κρίναντεςφυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον ⸀καὶαἷμα καὶ πνικτὸν καὶ πορνείαν.
But as to the Gentiles who have the faith, we sent a letter, giving our decision that they were to keep themselves from offerings made to false gods, and from blood, and from the flesh of animals put to death in ways against the law, and from the evil desires of the body.
26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
Then Paul took the men, and on the day after, making himself clean with them, he went into the Temple, giving out the statement that the days necessary for making them clean were complete, till the offering was made for every one of them.
27 Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ⸂ἐπʼ αὐτὸν τὰς χεῖρας,
And when the seven days were almost ended, the Jews from Asia, seeing him in the Temple, got the people together and put their hands on him,
28 κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας ⸀πανταχῇδιδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
Crying out, Men of Israel, come to our help: this is the man who is teaching all men everywhere against the people and the law and this place: and in addition, he has taken Greeks into the Temple, and made this holy place unclean.
29 ἦσαν γὰρ ⸀προεωρακότεςΤρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
For they had seen him before in the town with Trophimus of Ephesus, and had the idea that Paul had taken him with him into the Temple.
30 ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
And all the town was moved, and the people came running together and put their hands on Paul, pulling him out of the Temple: and then the doors were shut.
31 ζητούντων ⸀τεαὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη ⸀συγχύννεταιἸερουσαλήμ,
And while they were attempting to put him to death, news came to the chief captain of the band that all Jerusalem was out of control.
32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
And straight away he took some armed men and went quickly down to them: and the Jews, seeing them, gave no more blows to Paul.
33 ⸂τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο ⸀τίςεἴη καὶ τί ἐστιν πεποιηκώς.
Then the chief captain came near and took him, and gave orders for him to be put in chains, questioning them as to who he was and what he had done.
34 ἄλλοι δὲ ἄλλο τι ⸀ἐπεφώνουνἐν τῷ ὄχλῳ· μὴ ⸂δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
And some said one thing and some another, among the people: and as he was not able to get a knowledge of the facts because of the noise, he gave orders for Paul to be taken into the army building.
35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου,
And when he came on to the steps, he was lifted up by the armed men, because of the force of the people;
36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ ⸀κράζοντες Αἶρε αὐτόν.
For a great mass of people came after them, crying out, Away with him!
37 Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν ⸀τιπρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις;
And when Paul was about to be taken into the building, he said to the chief captain, May I say something to you? And he said, Have you a knowledge of Greek?
38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
Are you by chance the Egyptian who, before this, got the people worked up against the government and took four thousand men of the Assassins out into the waste land?
39 εἶπεν δὲ ὁ Παῦλος· Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
But Paul said, I am a Jew of Tarsus in Cilicia, which is not an unimportant town: I make a request to you to let me say a word to the people.
40 ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης ⸀προσεφώνησεντῇ Ἑβραΐδι διαλέκτῳ λέγων
And when he let him do so, Paul, from the steps, made a sign with his hand to the people, and when they were all quiet, he said to them in the Hebrew language,