< Πραξεις 20 >

1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενοςὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι⸀εἰςΜακεδονίαν.
μετα δε το παυσασθαι τον θορυβον προσκαλεσαμενοσ ο παυλοσ τουσ μαθητασ και ασπασαμενοσ εξηλθεν πορευθηναι εισ την μακεδονιαν
2 διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα
διελθων δε τα μερη εκεινα και παρακαλεσασ αυτουσ λογω πολλω ηλθεν εισ την ελλαδα
3 ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμηςτοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
ποιησασ τε μηνασ τρεισ γενομενησ αυτω επιβουλησ υπο των ιουδαιων μελλοντι αναγεσθαι εισ την συριαν εγενετο γνωμη του υποστρεφειν δια μακεδονιασ
4 συνείπετο δὲ ⸀αὐτῷΣώπατρος ⸀ΠύρρουΒεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος·
συνειπετο δε αυτω αχρι τησ ασιασ σωπατροσ βεροιαιοσ θεσσαλονικεων δε αρισταρχοσ και σεκουνδοσ και γαιοσ δερβαιοσ και τιμοθεοσ ασιανοι δε τυχικοσ και τροφιμοσ
5 οὗτοι ⸀δὲ⸀προσελθόντεςἔμενον ἡμᾶς ἐν Τρῳάδι·
ουτοι προσελθοντεσ εμενον ημασ εν τρωαδι
6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗδιετρίψαμεν ἡμέρας ἑπτά.
ημεισ δε εξεπλευσαμεν μετα τασ ημερασ των αζυμων απο φιλιππων και ηλθομεν προσ αυτουσ εισ την τρωαδα αχρι ημερων πεντε ου διετριψαμεν ημερασ επτα
7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶνκλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
εν δε τη μια των σαββατων συνηγμενων των μαθητων κλασαι αρτον ο παυλοσ διελεγετο αυτοισ μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου
8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι·
ησαν δε λαμπαδεσ ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
9 ⸀καθεζόμενοςδέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
καθημενοσ δε τισ νεανιασ ονοματι ευτυχοσ επι τησ θυριδοσ καταφερομενοσ υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεισ απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκροσ
10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
καταβασ δε ο παυλοσ επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν
11 ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸνἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
αναβασ δε και κλασασ αρτον και γευσαμενοσ εφ ικανον τε ομιλησασ αχρι αυγησ ουτωσ εξηλθεν
12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριωσ
13 Ἡμεῖς δὲ ⸀προελθόντες⸀ἐπὶτὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν μέλλων αὐτὸς πεζεύειν.
ημεισ δε προσελθοντεσ επι το πλοιον ανηχθημεν εισ την ασσον εκειθεν μελλοντεσ αναλαμβανειν τον παυλον ουτωσ γαρ ην διατεταγμενοσ μελλων αυτοσ πεζευειν
14 ὡς δὲ ⸀συνέβαλλενἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην,
ωσ δε συνεβαλεν ημιν εισ την ασσον αναλαβοντεσ αυτον ηλθομεν εισ μιτυληνην
15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυςΧίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον τῇ ⸀δὲἐχομένῃ ἤλθομεν εἰς Μίλητον·
κακειθεν αποπλευσαντεσ τη επιουση κατηντησαμεν αντικρυ χιου τη δε ετερα παρεβαλομεν εισ σαμον και μειναντεσ εν τρωγυλλιω τη εχομενη ηλθομεν εισ μιλητον
16 ⸀κεκρίκειγὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴηαὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
εκρινεν γαρ ο παυλοσ παραπλευσαι την εφεσον οπωσ μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ην αυτω την ημεραν τησ πεντηκοστησ γενεσθαι εισ ιεροσολυμα
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
απο δε τησ μιλητου πεμψασ εισ εφεσον μετεκαλεσατο τουσ πρεσβυτερουσ τησ εκκλησιασ
18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
ωσ δε παρεγενοντο προσ αυτον ειπεν αυτοισ υμεισ επιστασθε απο πρωτησ ημερασ αφ ησ επεβην εισ την ασιαν πωσ μεθ υμων τον παντα χρονον εγενομην
19 δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶδακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
δουλευων τω κυριω μετα πασησ ταπεινοφροσυνησ και πολλων δακρυων και πειρασμων των συμβαντων μοι εν ταισ επιβουλαισ των ιουδαιων
20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους,
ωσ ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμασ δημοσια και κατ οικουσ
21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰςθεὸν μετάνοιαν καὶ ⸀πίστινεἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν
διαμαρτυρομενοσ ιουδαιοισ τε και ελλησιν την εισ τον θεον μετανοιαν και πιστιν την εισ τον κυριον ημων ιησουν
22 καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοιμὴ εἰδώς,
και νυν ιδου εγω δεδεμενοσ τω πνευματι πορευομαι εισ ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδωσ
23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοιλέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με μένουσιν·
πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται λεγον οτι δεσμα με και θλιψεισ μενουσιν
24 ἀλλʼ οὐδενὸς ⸀λόγου⸀ποιοῦμαιτὴν ⸀ψυχὴντιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαιτὸν δρόμον ⸀μουκαὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
αλλ ουδενοσ λογον ποιουμαι ουδε εχω την ψυχην μου τιμιαν εμαυτω ωσ τελειωσαι τον δρομον μου μετα χαρασ και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον τησ χαριτοσ του θεου
25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν
και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεισ παντεσ εν οισ διηλθον κηρυσσων την βασιλειαν του θεου
26 ⸀διότιμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμιἀπὸ τοῦ αἵματος πάντων,
διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαροσ εγω απο του αιματοσ παντων
27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
ου γαρ υπεστειλαμην του μη αναγγειλαι υμιν πασαν την βουλην του θεου
28 ⸀προσέχετεἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου.
προσεχετε ουν εαυτοισ και παντι τω ποιμνιω εν ω υμασ το πνευμα το αγιον εθετο επισκοπουσ ποιμαινειν την εκκλησιαν του κυριου και θεου ην περιεποιησατο δια του ιδιου αιματοσ
29 ἐγὼ ⸀οἶδαὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
εγω γαρ οιδα τουτο οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεισ εισ υμασ μη φειδομενοι του ποιμνιου
30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν
και εξ υμων αυτων αναστησονται ανδρεσ λαλουντεσ διεστραμμενα του αποσπαν τουσ μαθητασ οπισω αυτων
31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
διο γρηγορειτε μνημονευοντεσ οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον
32 καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶςτῷ ⸀θεῷκαὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαικαὶ δοῦναι ⸀τὴνκληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
και τα νυν παρατιθεμαι υμασ αδελφοι τω θεω και τω λογω τησ χαριτοσ αυτου τω δυναμενω εποικοδομησαι και δουναι υμιν κληρονομιαν εν τοισ ηγιασμενοισ πασιν
33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
αργυριου η χρυσιου η ιματισμου ουδενοσ επεθυμησα
34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
αυτοι γινωσκετε οτι ταισ χρειαισ μου και τοισ ουσιν μετ εμου υπηρετησαν αι χειρεσ αυται
35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
παντα υπεδειξα υμιν οτι ουτωσ κοπιωντασ δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτοσ ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν
36 Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
και ταυτα ειπων θεισ τα γονατα αυτου συν πασιν αυτοισ προσηυξατο
37 ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
ικανοσ δε εγενετο κλαυθμοσ παντων και επιπεσοντεσ επι τον τραχηλον του παυλου κατεφιλουν αυτον
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εισ το πλοιον

< Πραξεις 20 >