< Πραξεις 19 >

1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ⸀ἐλθεῖνεἰς Ἔφεσον καὶ ⸀εὑρεῖντινας μαθητάς,
εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν εισ εφεσον και ευρων τινασ μαθητασ
2 εἶπέν ⸀τεπρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ⸀δὲπρὸς αὐτόν· Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
ειπεν προσ αυτουσ ει πνευμα αγιον ελαβετε πιστευσαντεσ οι δε ειπον προσ αυτον αλλ ουδε ει πνευμα αγιον εστιν ηκουσαμεν
3 εἶπέν ⸀τε Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα.
ειπεν τε προσ αυτουσ εισ τι ουν εβαπτισθητε οι δε ειπον εισ το ιωαννου βαπτισμα
4 εἶπεν δὲ Παῦλος· ⸀Ἰωάννηςἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸνἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς ⸀τὸν Ἰησοῦν.
ειπεν δε παυλοσ ιωαννησ μεν εβαπτισεν βαπτισμα μετανοιασ τω λαω λεγων εισ τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εισ τον χριστον ιησουν
5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ·
ακουσαντεσ δε εβαπτισθησαν εισ το ονομα του κυριου ιησου
6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ ⸀Παύλουχεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.
και επιθεντοσ αυτοισ του παυλου τασ χειρασ ηλθεν το πνευμα το αγιον επ αυτουσ ελαλουν τε γλωσσαισ και προεφητευον
7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ⸀δώδεκα
ησαν δε οι παντεσ ανδρεσ ωσει δεκαδυο
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ⸀πείθωνπερὶ τῆς βασιλείας τοῦ θεοῦ.
εισελθων δε εισ την συναγωγην επαρρησιαζετο επι μηνασ τρεισ διαλεγομενοσ και πειθων τα περι τησ βασιλειασ του θεου
9 ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ⸀Τυράννου
ωσ δε τινεσ εσκληρυνοντο και ηπειθουν κακολογουντεσ την οδον ενωπιον του πληθουσ αποστασ απ αυτων αφωρισεν τουσ μαθητασ καθ ημεραν διαλεγομενοσ εν τη σχολη τυραννου τινοσ
10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου Ἰουδαίους τε καὶ Ἕλληνας.
τουτο δε εγενετο επι ετη δυο ωστε παντασ τουσ κατοικουντασ την ασιαν ακουσαι τον λογον του κυριου ιησου ιουδαιουσ τε και ελληνασ
11 Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου,
δυναμεισ τε ου τασ τυχουσασ εποιει ο θεοσ δια των χειρων παυλου
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαιἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι
ωστε και επι τουσ ασθενουντασ επιφερεσθαι απο του χρωτοσ αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τασ νοσουσ τα τε πνευματα τα πονηρα εξερχεσθαι απ αυτων
13 ἐπεχείρησαν δέ τινες ⸀καὶτῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζωὑμᾶς τὸν Ἰησοῦν ⸀ὃνΠαῦλος κηρύσσει.
επεχειρησαν δε τινεσ απο των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τουσ εχοντασ τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντεσ ορκιζομεν υμασ τον ιησουν ον ο παυλοσ κηρυσσει
14 ἦσαν δέ ⸀τινοςΣκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶτοῦτο ποιοῦντες.
ησαν δε τινεσ υιοι σκευα ιουδαιου αρχιερεωσ επτα οι τουτο ποιουντεσ
15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς ⸀ΤὸνἸησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;
αποκριθεν δε το πνευμα το πονηρον ειπεν τον ιησουν γινωσκω και τον παυλον επισταμαι υμεισ δε τινεσ εστε
16 καὶ ⸀ἐφαλόμενος⸂ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
και εφαλλομενοσ επ αυτουσ ο ανθρωποσ εν ω ην το πνευμα το πονηρον και κατακυριευσαν αυτων ισχυσεν κατ αυτων ωστε γυμνουσ και τετραυματισμενουσ εκφυγειν εκ του οικου εκεινου
17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσενφόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.
τουτο δε εγενετο γνωστον πασιν ιουδαιοισ τε και ελλησιν τοισ κατοικουσιν την εφεσον και επεπεσεν φοβοσ επι παντασ αυτουσ και εμεγαλυνετο το ονομα του κυριου ιησου
18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν.
πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντεσ τασ πραξεισ αυτων
19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.
ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντεσ τασ βιβλουσ κατεκαιον ενωπιον παντων και συνεψηφισαν τασ τιμασ αυτων και ευρον αργυριου μυριαδασ πεντε
20 οὕτως κατὰ κράτος ⸂τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.
ουτωσ κατα κρατοσ ο λογοσ του κυριου ηυξανεν και ισχυεν
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν.
ωσ δε επληρωθη ταυτα εθετο ο παυλοσ εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εισ ιερουσαλημ ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν
22 ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
αποστειλασ δε εισ την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτοσ επεσχεν χρονον εισ την ασιαν
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
εγενετο δε κατα τον καιρον εκεινον ταραχοσ ουκ ολιγοσ περι τησ οδου
24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ⸂οὐκ ὀλίγην ἐργασίαν,
δημητριοσ γαρ τισ ονοματι αργυροκοποσ ποιων ναουσ αργυρουσ αρτεμιδοσ παρειχετο τοισ τεχνιταισ εργασιαν ουκ ολιγην
25 οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ⸀ἡμῖνἐστιν,
ουσ συναθροισασ και τουσ περι τα τοιαυτα εργατασ ειπεν ανδρεσ επιστασθε οτι εκ ταυτησ τησ εργασιασ η ευπορια ημων εστιν
26 καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασησ τησ ασιασ ο παυλοσ ουτοσ πεισασ μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι
27 οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ⸂Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν ⸀τεκαὶ καθαιρεῖσθαι ⸂τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
ου μονον δε τουτο κινδυνευει ημιν το μεροσ εισ απελεγμον ελθειν αλλα και το τησ μεγαλησ θεασ ιερον αρτεμιδοσ εισ ουθεν λογισθηναι μελλειν δε και καθαιρεισθαι την μεγαλειοτητα αυτησ ην ολη η ασια και η οικουμενη σεβεται
28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
ακουσαντεσ δε και γενομενοι πληρεισ θυμου εκραζον λεγοντεσ μεγαλη η αρτεμισ εφεσιων
29 καὶ ἐπλήσθη ἡ ⸀πόλιςτῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
και επλησθη η πολισ ολη τησ συγχυσεωσ ωρμησαν τε ομοθυμαδον εισ το θεατρον συναρπασαντεσ γαιον και αρισταρχον μακεδονασ συνεκδημουσ παυλου
30 ⸂Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί·
του δε παυλου βουλομενου εισελθειν εισ τον δημον ουκ ειων αυτον οι μαθηται
31 τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
τινεσ δε και των ασιαρχων οντεσ αυτω φιλοι πεμψαντεσ προσ αυτον παρεκαλουν μη δουναι εαυτον εισ το θεατρον
32 ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειουσ ουκ ηδεισαν τινοσ ενεκεν συνεληλυθεισαν
33 ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασανἈλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
εκ δε του οχλου προεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδροσ κατασεισασ την χειρα ηθελεν απολογεισθαι τω δημω
34 ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡςἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
επιγνοντεσ δε οτι ιουδαιοσ εστιν φωνη εγενετο μια εκ παντων ωσ επι ωρασ δυο κραζοντων μεγαλη η αρτεμισ εφεσιων
35 καταστείλας δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ⸀ἀνθρώπωνὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ⸀μεγάληςἈρτέμιδος καὶ τοῦ διοπετοῦς;
καταστειλασ δε ο γραμματευσ τον οχλον φησιν ανδρεσ εφεσιοι τισ γαρ εστιν ανθρωποσ οσ ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν τησ μεγαλησ θεασ αρτεμιδοσ και του διοπετουσ
36 ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
αναντιρρητων ουν οντων τουτων δεον εστιν υμασ κατεσταλμενουσ υπαρχειν και μηδεν προπετεσ πρασσειν
37 ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ⸀ἡμῶν
ηγαγετε γαρ τουσ ανδρασ τουτουσ ουτε ιεροσυλουσ ουτε βλασφημουντασ την θεον υμων
38 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις.
ει μεν ουν δημητριοσ και οι συν αυτω τεχνιται εχουσιν προσ τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοισ
39 εἰ δέ τι ⸀περαιτέρωἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
ει δε τι περι ετερων επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται
40 καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ⸀ἀποδοῦναιλόγον ⸀περὶτῆς συστροφῆς ταύτης.
και γαρ κινδυνευομεν εγκαλεισθαι στασεωσ περι τησ σημερον μηδενοσ αιτιου υπαρχοντοσ περι ου ου δυνησομεθα δουναι λογον τησ συστροφησ ταυτησ
41 καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
και ταυτα ειπων απελυσεν την εκκλησιαν

< Πραξεις 19 >