< Πραξεις 16 >
1 Κατήντησεν δὲ ⸀καὶεἰςΔέρβην καὶ ⸀εἰς Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς ⸀γυναικὸςἸουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
And he arrived into Derbe and Lystra. And, behold, a certain disciple was there, by name Timothy, the son of a faithful Jewish woman, and a Greek father,
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν·
who was of good report by the brethren in Lystra and Iconium.
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ⸂ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
Paul wished him to go out with him; and having taken him circumcised him on account of the Jews who were in those places: for they all knew his father that he was a Greek.
4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις, ⸀παρεδίδοσαναὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων ⸀καὶπρεσβυτέρων τῶν ἐν ⸀Ἱεροσολύμοις
And while they were traveling through the cities, they delivered to them the decrees which were adjudicated by the apostles and elders in Jerusalem, to keep.
5 αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν.
Then the churches were indeed strengthened in faith, and abounded in number daily.
6 ⸀Διῆλθονδὲ τὴν Φρυγίαν ⸀καὶΓαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
And they traveled through Phrygia and the Galatian country, being prohibited by the Holy Ghost from speaking the word in Asia.
7 ἐλθόντες ⸀δὲκατὰ τὴν Μυσίαν ἐπείραζον ⸀εἰςτὴν Βιθυνίαν ⸀πορευθῆναικαὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα ⸀Ἰησοῦ
And having come opposite Mysia, they were endeavoring to go on into Bithynia, and the Spirit of Jesus did not permit them;
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
and having come through Mysia they descended into Troas.
9 καὶ ὅραμα ⸀διὰνυκτὸς ⸂τῷ Παύλῳ ὤφθη, ἀνὴρ ⸂Μακεδών τις ἦν ἑστὼς ⸀καὶπαρακαλῶν αὐτὸν καὶ λέγων· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
And a vision was seen by Paul during the night: Some Macedonian man was standing and entreating him and saying, Having come over into Macedonia, help us.
10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν ⸀εἰςΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ⸀θεὸςεὐαγγελίσασθαι αὐτούς.
And when he saw the vision, we immediately sought to depart into Macedonia, concluding that God had called us to preach the gospel to them.
11 Ἀναχθέντες ⸀οὖν⸀ἀπὸΤρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ ⸀δὲἐπιούσῃ εἰς ⸂Νέαν Πόλιν,
And having embarked from Troas, we sailed directly to Samothrace, and on the following day into Neapolis,
12 ⸀κἀκεῖθενεἰς Φιλίππους, ἥτις ἐστὶν ⸂πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ⸀ταύτῃτῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
and thence into Philippi, which is the first city of the Macedonian region, a colony. And we were in that city spending some days.
13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς ⸀πύληςπαρὰ ποταμὸν οὗ ⸂ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
And on the Sabbath day we went out from the gate by the river, where we were accustomed that prayer should be, and having sat down, we spoke to the women having assembled.
14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν, ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ ⸀τοῦΠαύλου.
And a certain woman Lydia by name, a seller of purple, of the city of Thyatira, worshiping God, was hearing us: whose heart the Lord opened to give attention to the words spoken by Paul.
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου ⸀μένετε καὶ παρεβιάσατο ἡμᾶς.
And when she and her household were baptized, she entreated us, saying, If you have found me to be faithful to the Lord, having come into my house, abide: and she constrained us.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς ⸀τὴνπροσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα ⸀πύθωνα⸀ὑπαντῆσαιἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη·
And it came to pass, we going to the prayer, a certain damsel having a spirit of divination met us, who brought much gain to her masters telling fortunes.
17 αὕτη ⸀κατακολουθοῦσατῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸀ὑμῖνὁδὸν σωτηρίας.
She, following Paul and us, continued to cry out, saying, These men are the servants of the Most High God, who proclaim to us the way of salvation.
18 τοῦτο δὲἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς ⸀δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· Παραγγέλλω σοι ⸀ἐνὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
And she continued to do this many days. And Paul, being worn out, and turning round, said to the spirit, I command thee in the name of Jesus Christ to come out from her. And he came out the same hour.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
And her masters seeing that the hope of their gain was gone, arresting Paul and Silas, dragged them into the forum to the rulers,
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
and leading them to the magistrates, said, These men do exceedingly trouble our city, being Jews,
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
and they proclaimed customs, which are not lawful for us to receive, or to do, being Romans.
22 καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
And the crowd stood up together against them: and the magistrates tearing off their garments, commanded the lictors to beat them with rods.
23 πολλάς ⸀τεἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
And having laid many stripes on them, they cast them into prison, commanding the jailer to keep them safely:
24 ὃς παραγγελίαν τοιαύτην ⸀λαβὼνἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ⸂ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
who, having received such a charge, cast them into the interior prison, and fastened their feet into the wood.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι·
But at midnight Paul and Silas, praying, continued to sing praises to God: and the prisoners heard them.
26 ἄφνω δὲσεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν ⸀δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
And suddenly there was a great earthquake, so that the foundations of the prison were shaken: and all the doors were immediately opened, and the bonds of all were loosed.
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος ⸀τὴνμάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
And the jailer, being awakened, and seeing the doors of the prison open, seizing a sword, was about to kill himself, thinking that his prisoners had escaped.
28 ἐφώνησεν δὲ ⸂φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
But Paul shouted with a loud voice, saying, Do thyself no harm: for we are here.
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷΠαύλῳ καὶ ⸀τῷ Σιλᾷ,
And having asked for a light, he sprang in, and being alarmed, he fell down before Paul and Silas,
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
and leading them out said, Sirs, what does it behoove me to do in order that I may be saved?
31 οἱ δὲ εἶπαν· Πίστευσον ἐπὶ τὸν κύριον ⸀Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
And they said, Believe on the Lord Jesus, and thou and thy household shall be saved.
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου⸀σὺνπᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
And they spoke to him the word of the Lord, along with all who were in his house.
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντεςπαραχρῆμα,
And taking them that hour of the night, he washed the blood from their stripes; and he and his were baptized immediately:
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκονπαρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατοπανοικεὶ πεπιστευκὼς τῷ θεῷ.
and leading them into his house, he set a table by them, and rejoiced throughout his house, having believed in God.
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
But it being day, the magistrates sent the lictors, saying, Send away these men.
36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους ⸀τούτουςπρὸς τὸν Παῦλον, ὅτι Ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
And the jailer proclaimed these words to Paul, The magistrates have sent word that you may be released: now therefore having gone out, depart in peace.
37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· Δείραντες ἡμᾶςδημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ⸀ἡμᾶς ἐξαγαγέτωσαν.
But Paul said to them, Having beaten us publicly uncondemned, being Roman men, they cast us into prison, and now do they cast us out privately? for no; but having come themselves let them lead us out.
38 ⸀ἀπήγγειλανδὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ⸂ἐφοβήθησαν δὲ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
And the lictors proclaimed these words to the magistrates. And hearing that they are Romans, they were alarmed;
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ⸂ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
and having come they called for them, and leading them out, requested them to go away from their city.
40 ἐξελθόντες δὲ ⸀ἀπὸτῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες ⸂παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.
And having come out from the prison they came to Lydia, and seeing the brethren, comforted them, and departed.