< Πραξεις 14 >

1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
U Ikoniju isto tako uđoše u židovsku sinagogu i govorahu tako da povjerova veliko mnoštvo Židova i Grka.
2 οἱ δὲ ⸀ἀπειθήσαντεςἸουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
Ali nepokorni Židovi razdražiše i podjariše pogane protiv braće.
3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷκυρίῳ τῷ μαρτυροῦντι ⸀τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
Oni se ipak zadržaše duže vremena, smjeli u Gospodinu koji je svjedočio za Riječ milosti svoje, davao da se po njihovim rukama događaju znamenja i čudesa.
4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
Mnoštvo se gradsko podvoji: jedni bijahu za Židove, drugi za apostole.
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
Pogani i Židovi sa svojim glavarima navališe da zlostave i kamenuju apostole.
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
Kada to opaziše, prebjegoše oni u likaonske gradove Listru i Derbu i okolicu.
7 κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν.
Ondje su navješćivali evanđelje.
8 Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ ὃς οὐδέποτε ⸀περιεπάτησεν
U Listri je sjedio neki čovjek uzetih nogu, hrom od majčine utrobe; nikada nije hodao.
9 οὗτος ⸀ἤκουσεντοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν τοῦ σωθῆναι
Čuo je Pavla gdje govori.
10 εἶπεν ⸀μεγάλῃφωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός καὶ ⸀ἥλατοκαὶ περιεπάτει.
Pavao ga pronikne pogledom, vidje da ima vjeru u spasenje pa mu iza glasa reče: “Uspravi se na noge!” On skoči i prohoda.
11 οἵ ⸀τεὄχλοι ἰδόντες ὃ ⸀ἐποίησενΠαῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς
Kad mnoštvo ugleda što učini Pavao, povika likaonski: “Bogovi u ljudskom obličju siđoše k nama!”
12 ἐκάλουν τε ⸀τὸνΒαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
I nazvaše Barnabu Zeusom, a Pavla Hermesom jer je Pavao vodio riječ.
13 ὅ ⸀τεἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεωςταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
A svećenik Zeusa Predgradskoga dovede pred vrata bikove i vijence te u zajednici s narodom htjede žrtvovati.
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν⸀ἐξεπήδησανεἰς τὸν ὄχλον κράζοντες
Kada su to dočuli apostoli Barnaba i Pavao, razdriješe haljine i uletješe u narod vičući:
15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸνζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς·
“Ljudi, što to radite? I mi smo smrtnici, baš kao i vi! Navješćujemo vam da se od tih ispraznosti obratite k Bogu živomu koji stvori nebo i zemlju, more i sve što je u njima.
16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
On je u prošlim naraštajima pustio da svi pogani pođu svojim putovima.
17 ⸀καίτοιοὐκ ἀμάρτυρον ⸀αὑτὸνἀφῆκεν ⸀ἀγαθουργῶν οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν
Ipak ne ostavi sebe neposvjedočena: dobročinstva iskazuje, s neba vam kišu daje i vremena plodonosna, napunja hranom i radošću srca vaša.”
18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
I tako govoreći, jedva sklonuše mnoštvo da im ne žrtvuje.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντεςαὐτὸν τεθνηκέναι.
Uto iz Antiohije i Ikonija nadođu neki Židovi, pridobiju svjetinu te kamenuju Pavla i odvuku ga izvan grada misleći da je mrtav.
20 κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
Kad ga pak okružiše učenici, usta on i uđe u grad. Sutradan ode s Barnabom u Derbu.
21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰςἸκόνιον καὶ ⸁εἰςἈντιόχειαν,
Pošto navijestiše evanđelje tomu gradu i mnoge učiniše učenicima, vratiše se u Listru, u Ikonij i u Antiohiju.
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Učvršćivali su duše učenika bodreći ih da ustraju u vjeri jer da nam je kroz mnoge nevolje ući u kraljevstvo Božje.
23 χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
Postavljali su im po crkvama starješine te ih, nakon molitve i posta, povjeravahu Gospodinu u kojega su povjerovali.
24 καὶ διελθόντες τὴνΠισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν,
Pošto su prešli Pizidiju, stigoše u Pamfiliju.
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,
U Pergi navijestiše Riječ pa siđu u Ataliju.
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
Odande pak odjedriše u Antiohiju, odakle ono bijahu povjereni milosti Božjoj za djelo koje izvršiše.
27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλονὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
Kada stigoše, sabraše Crkvu i pripovjediše što sve učini Bog po njima: da i poganima otvori vrata vjere.
28 διέτριβον ⸀δὲχρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
I proveli su nemalo vremena s učenicima.

< Πραξεις 14 >