< Προς Τιμοθεον Β΄ 3 >

1 Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·
Γίνωσκε δε τούτο, ότι εν ταις εσχάταις ημέραις θέλουσιν ελθεί καιροί κακοί·
2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,
διότι θέλουσιν είσθαι οι άνθρωποι φίλαυτοι, φιλάργυροι, αλαζόνες, υπερήφανοι, βλάσφημοι, απειθείς εις τους γονείς, αχάριστοι, ανόσιοι,
3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,
άσπλαγχνοι, αδιάλλακτοι, συκοφάνται, ακρατείς, ανήμεροι, αφιλάγαθοι,
4 προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,
προδόται, προπετείς, τετυφωμένοι, φιλήδονοι μάλλον παρά φιλόθεοι,
5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.
έχοντες μεν μορφήν ευσεβείας, ηρνημένοι δε την δύναμιν αυτής. Και τούτους φεύγε.
6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ ⸀αἰχμαλωτίζοντεςγυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,
Διότι εκ τούτων είναι εκείνοι, οίτινες εισχωρούσιν εις τας οικίας και αιχμαλωτίζουσι τα γυναικάρια τα πεφορτισμένα αμαρτίας, συρόμενα υπό διαφόρων επιθυμιών,
7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
τα οποία πάντοτε μανθάνουσι και ποτέ δεν δύνανται να έλθωσιν εις την γνώσιν της αληθείας.
8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
Και καθ' ον τρόπον ο Ιαννής και Ιαμβρής αντέστησαν εις τον Μωϋσήν, ούτω και αυτοί ανθίστανται εις την αλήθειαν, άνθρωποι διεφθαρμένοι τον νούν, αδόκιμοι εις την πίστιν.
9 ἀλλʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
Αλλά δεν θέλουσι προκόψει πλειότερον· διότι η ανοησία αυτών θέλει γείνει κατάδηλος εις πάντας, καθώς και η εκείνων έγεινε.
10 Σὺ δὲ ⸀παρηκολούθησάςμου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
Συ όμως παρηκολούθησας την διδασκαλίαν μου, την διαγωγήν, την πρόθεσιν, την πίστιν, την μακροθυμίαν, την αγάπην, την υπομονήν,
11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος.
τους διωγμούς, τα παθήματα, οποία μοι συνέβησαν εν Αντιοχεία, εν Ικονίω, εν Λύστροις· οποίους διωγμούς υπέφερα, και εκ πάντων με ηλευθέρωσεν ο Κύριος.
12 καὶ πάντες δὲ οἱ θέλοντες ⸂ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται·
Και πάντες δε οι θέλοντες να ζώσιν ευσεβώς εν Χριστώ Ιησού θέλουσι διωχθή.
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
Πονηροί δε άνθρωποι και γόητες θέλουσι προκόψει εις το χείρον, πλανώντες και πλανώμενοι.
14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ ⸀τίνωνἔμαθες,
Αλλά συ μένε εις εκείνα, τα οποία έμαθες και επιστώθης, εξεύρων παρά τίνος έμαθες,
15 καὶ ὅτι ἀπὸ βρέφους ⸀ἱερὰγράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
και ότι από βρέφους γνωρίζεις τα ιερά γράμματα, τα δυνάμενα να σε σοφίσωσιν εις σωτηρίαν διά της πίστεως της εν Χριστώ Ιησού.
16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ⸀ἐλεγμόν πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
Όλη η γραφή είναι θεόπνευστος και ωφέλιμος προς διδασκαλίαν, προς έλεγχον, προς επανόρθωσιν, προς εκπαίδευσιν την μετά της δικαιοσύνης,
17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
διά να ήναι τέλειος ο άνθρωπος του Θεού, ητοιμασμένος εις παν έργον αγαθόν

< Προς Τιμοθεον Β΄ 3 >