< Προς Τιμοθεον Β΄ 3 >
1 Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί·
τουτο δε γινωσκε οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι
2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,
εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονες υπερηφανοι βλασφημοι γονευσιν απειθεις αχαριστοι ανοσιοι
3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,
αστοργοι ασπονδοι διαβολοι ακρατεις ανημεροι αφιλαγαθοι
4 προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,
προδοται προπετεις τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι
5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.
εχοντες μορφωσιν ευσεβειας την δε δυναμιν αυτης ηρνημενοι και τουτους αποτρεπου
6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ ⸀αἰχμαλωτίζοντεςγυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,
εκ τουτων γαρ εισιν οι ενδυνοντες εις τας οικιας και αιχμαλωτευοντες γυναικαρια σεσωρευμενα αμαρτιαις αγομενα επιθυμιαις ποικιλαις
7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
παντοτε μανθανοντα και μηδεποτε εις επιγνωσιν αληθειας ελθειν δυναμενα
8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.
ον τροπον δε ιαννης και ιαμβρης αντεστησαν μωυσει ουτως και ουτοι ανθιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν
9 ἀλλʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.
αλλ ου προκοψουσιν επι πλειον η γαρ ανοια αυτων εκδηλος εσται πασιν ως και η εκεινων εγενετο
10 Σὺ δὲ ⸀παρηκολούθησάςμου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,
συ δε παρηκολουθηκας μου τη διδασκαλια τη αγωγη τη προθεσει τη πιστει τη μακροθυμια τη αγαπη τη υπομονη
11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος.
τοις διωγμοις τοις παθημασιν οια μοι εγενετο εν αντιοχεια εν ικονιω εν λυστροις οιους διωγμους υπηνεγκα και εκ παντων με ερρυσατο ο κυριος
12 καὶ πάντες δὲ οἱ θέλοντες ⸂ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται·
και παντες δε οι θελοντες ευσεβως ζην εν χριστω ιησου διωχθησονται
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
πονηροι δε ανθρωποι και γοητες προκοψουσιν επι το χειρον πλανωντες και πλανωμενοι
14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ ⸀τίνωνἔμαθες,
συ δε μενε εν οις εμαθες και επιστωθης ειδως παρα τινος εμαθες
15 καὶ ὅτι ἀπὸ βρέφους ⸀ἱερὰγράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
και οτι απο βρεφους τα ιερα γραμματα οιδας τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου
16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ⸀ἐλεγμόν πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ,
πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγχον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη
17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
ινα αρτιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος