< Ιωαννου Β΄ 1 >

1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
من که پیرم، به خاتون برگزیده و فرزندانش که ایشان را درراستی محبت می‌نمایم و نه من فقط بلکه همه کسانی که راستی را می‌دانند،۱
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· (aiōn g165)
بخاطر آن راستی که در ما ساکن است و با ما تا به ابد خواهدبود. (aiōn g165)۲
3 ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰθεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
فیض و رحمت و سلامتی از جانب خدای پدر و عیسی مسیح خداوند و پسر پدر در راستی و محبت با ما خواهد بود.۳
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
بسیار مسرور شدم چونکه بعضی از فرزندان تو را یافتم که در راستی رفتار می‌کنند، چنانکه ازپدر حکم یافتیم.۴
5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
و الان‌ای خاتون از تو التماس دارم نه آنکه حکمی تازه به تو بنویسم، بلکه همان را که از ابتداء داشتیم که یکدیگر را محبت بنماییم.۵
6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
و این است محبت که موافق احکام اوسلوک بنماییم و حکم همان است که از اول شنیدید تا در آن سلوک نماییم.۶
7 ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθονεἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
زیرا گمراه کنندگان بسیار به‌دنیا بیرون شدندکه عیسی مسیح ظاهر شده در جسم را اقرارنمی کنند. آن است گمراه‌کننده و دجال.۷
8 βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητεἃ ⸀εἰργασάμεθα ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε
خود رانگاه بدارید مبادا آنچه را که عمل کردیم برباددهید بلکه تا اجرت کامل بیابید.۸
9 πᾶς ὁ ⸀προάγωνκαὶ μὴ μένων ἐν τῇ διδαχῇτοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
هرکه پیشوایی می‌کند و در تعلیم مسیح ثابت نیست، خدا رانیافته است. اما آنکه در تعلیم مسیح ثابت ماند، اوهم پدر و پسر را دارد.۹
10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
اگر کسی به نزد شما آیدو این تعلیم را نیاورد، او را به خانه خود مپذیرید واو را تحیت مگویید.۱۰
11 ὁ ⸂λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
زیرا هرکه او را تحیت گوید، در کارهای قبیحش شریک گردد.۱۱
12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαιπρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν⸂πεπληρωμένη ᾖ.
چیزهای بسیار دارم که به شما بنویسم، لکن نخواستم که به کاغذ و مرکب بنویسم، بلکه امیدوارم که به نزد شما بیایم و زبانی گفتگو نمایم تا خوشی ما کامل شود.۱۲
13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς
فرزندان خواهر برگزیده تو، به تو سلام می‌رسانند. آمین.۱۳

< Ιωαννου Β΄ 1 >