< Προς Κορινθιους Β΄ 8 >
1 Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
And we make known to you, brethren, the grace of God, that hath been given in the assemblies of Macedonia,
2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς ⸂τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν·
because in much trial of tribulation the abundance of their joy, and their deep poverty, did abound to the riches of their liberality;
3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ⸀παρὰδύναμιν, αὐθαίρετοι
because, according to [their] power, I testify, and above [their] power, they were willing of themselves,
4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους—
with much entreaty calling on us to receive the favour and the fellowship of the ministration to the saints,
5 καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλʼ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ,
and not according as we expected, but themselves they did give first to the Lord, and to us, through the will of God,
6 εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην·
so that we exhorted Titus, that, according as he did begin before, so also he may finish to you also this favour,
7 ἀλλʼ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ⸂ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
but even as in every thing ye do abound, in faith, and word, and knowledge, and all diligence, and in your love to us, that also in this grace ye may abound;
8 Οὐ κατʼ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
not according to command do I speak, but because of the diligence of others, and of your love proving the genuineness,
9 γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι διʼ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
for ye know the grace of our Lord Jesus Christ, that because of you he became poor — being rich, that ye by that poverty may become rich.
10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι·
and an opinion in this do I give: for this to you [is] expedient, who not only to do, but also to will, did begin before — a year ago,
11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν.
and now also finish doing [it], that even as [there is] the readiness of the will, so also the finishing, out of that which ye have,
12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν ⸀ἔχῃεὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει.
for if the willing mind is present, according to that which any one may have it is well-accepted, not according to that which he hath not;
13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, ⸀ὑμῖνθλῖψις· ἀλλʼ ἐξ ἰσότητος
for not that for others release, and ye pressured, [do I speak, ]
14 ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης·
but by equality, at the present time your abundance — for their want, that also their abundance may be for your want, that there may be equality,
15 καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
according as it hath been written, 'He who [did gather] much, had nothing over; and he who [did gather] little, had no lack.'
16 Χάρις δὲ τῷ θεῷ τῷ ⸀διδόντιτὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου,
And thanks to God, who is putting the same diligence for you in the heart of Titus,
17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς.
because indeed the exhortation he accepted, and being more diligent, of his own accord he went forth unto you,
18 συνεπέμψαμεν δὲ μετʼ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν—
and we sent with him the brother, whose praise in the good news [is] through all the assemblies,
19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν ⸀σὺντῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν πρὸς τὴν ⸀αὐτοῦτοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν—
and not only so, but who was also appointed by vote by the assemblies, our fellow-traveller, with this favour that is ministered by us, unto the glory of the same Lord, and your willing mind;
20 στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφʼ ἡμῶν,
avoiding this, lest any one may blame us in this abundance that is ministered by us,
21 ⸂προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων.
providing right things, not only before the Lord, but also before men;
22 συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
and we sent with them our brother, whom we proved in many things many times being diligent, and now much more diligent, by the great confidence that is toward you,
23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ.
whether — about Titus — my partner and towards you fellow-worker, whether — our brethren, apostles of assemblies — glory of Christ;
24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς ⸀ἐνδεικνύμενοιεἰς πρόσωπον τῶν ἐκκλησιῶν.
the shewing therefore of your love, and of our boasting on your behalf, to them shew ye, even in the face of the assemblies.