< Προς Κορινθιους Β΄ 7 >
1 ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ.
Having, then, these promises, beloved, may we cleanse ourselves from every defilement of flesh and spirit, perfecting sanctification in the fear of God;
2 Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν.
receive us; no one did we wrong; no one did we ruin; no one did we defraud;
3 ⸂πρὸς κατάκρισιν οὐ λέγω, προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν.
I do not say [it] to condemn you, for I have said before that you are in our hearts to die together and to live together;
4 πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
great [is] my freedom of speech to you, great my glory on your behalf; I have been filled with the comfort, I hyper-abound with the joy on all our tribulation,
5 Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ⸀ἔσχηκενἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι—
for we also, having come to Macedonia, our flesh has had no relaxation, but on every side we are in tribulation: fightings outside, fears within;
6 ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ θεὸς ἐν τῇ παρουσίᾳ Τίτου·
but He who is comforting the cast-down—God—He comforted us in the coming of Titus;
7 οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι.
and not only in his coming, but also in the comfort with which he was comforted over you, declaring to us your longing desire, your lamentation, your zeal for me, so that I rejoiced the more,
8 ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην (⸀βλέπωὅτι ἡ ἐπιστολὴ ἐκείνη εἰ καὶ πρὸς ὥραν ἐλύπησεν ὑμᾶς),
because even if I made you sorry in the letter, I do not regret—if even I regretted—for I perceive that the letter, even if for an hour, made you sorry.
9 νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν, ἐλυπήθητε γὰρ κατὰ θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν.
I now rejoice, not that you were made sorry, but that you were made sorry to conversion, for you were made sorry toward God, that you might receive damage from us in nothing;
10 ἡ γὰρ κατὰ θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ⸀ἐργάζεται ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται.
for sorrow toward God works conversion to salvation without regret, and the sorrow of the world works death,
11 ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ θεὸν ⸀λυπηθῆναιπόσην κατειργάσατο ὑμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς ⸀εἶναιτῷ πράγματι.
for behold, this same thing—your being made sorry toward God—how much diligence it works in you! But defense, but displeasure, but fear, but longing desire, but zeal, but revenge; in everything you approved yourselves to be pure in the matter.
12 ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ⸀ἕνεκεντοῦ ἀδικήσαντος, ⸀οὐδὲ⸁ἕνεκεντοῦ ἀδικηθέντος, ἀλλʼ ⸀1ἕνεκεντοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ θεοῦ.
If, then, I also wrote to you—not for his cause who did wrong, nor for his cause who suffered wrong, but for our diligence in your behalf being revealed to you before God—
13 διὰ τοῦτο παρακεκλήμεθα. Ἐπὶ δὲ τῇ παρακλήσει ⸀ἡμῶν περισσοτέρως μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν·
because of this we have been comforted in your comfort, and more abundantly the more we rejoiced in the joy of Titus, that his spirit has been refreshed from you all;
14 ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ⸀ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη.
because if I have boasted anything to him in your behalf, I was not put to shame; but as we spoke to you all things in truth, so also our boasting before Titus became truth,
15 καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν.
and his yearnings are more abundantly toward you, remembering the obedience of you all, how you received him with fear and trembling;
16 χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
I rejoice, therefore, that in everything I have courage in you.