< Προς Κορινθιους Β΄ 10 >

1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·
But I Paul exhort you through the meekness and gentleness of Christ, who before your face am indeed humble among you, but being absent am bold towards you:
2 δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
but I pray, that being present I may not be bold with the confidence with which I consider myself bold towards certain ones who regard us as walking about according to the flesh.
3 ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα—
For walking in the flesh, we do not wage war according to the flesh;
4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες
for the weapons of our warfare are not carnal, but mighty to God unto the pulling down of strongholds;
5 καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
casting down imaginations, and every high thing that exalts itself against the knowledge of God, and bringing into captivity every thought to the obedience of Christ;
6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
and being ready to avenge every disobedience, when your obedience may be complete.
7 Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ⸀ἐφʼἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ οὕτως καὶ ⸀ἡμεῖς
Do you look at things according to the outward appearance? If any has trusted to himself that he belongs to Christ, let him again consider this in reference to himself, that as he belongs to Christ, so do we also.
8 ἐάν ⸀τε⸀γὰρπερισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ ⸀κύριοςεἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι,
For if I shall in any thing the more abundantly boast concerning our power which the Lord gave us for your edification, and not for your destruction, I will not be ashamed:
9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν·
in order that I may not seem as it were to terrify you by my letters.
10 ὅτι Αἱ ⸂ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.
Because they say, His letters are indeed weighty and powerful; but the presence of his body is weak, and his speech contemptible.
11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ διʼ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
Let such a one consider this, that, such as we are in word by our letters while absent, such we really are in work being present.
12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν.
For we are not bold to number or compare ourselves with certain ones of those who recommend themselves: but they, measuring themselves by themselves, and comparing themselves to themselves, are not wise.
13 ἡμεῖς δὲ ⸀οὐκεἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν—
But we will not boast in things without measure, but according to the measure of the rule which measure God has measured to us, to reach even unto you.
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ—
For not as not reaching unto you do we stretch ourselves, for we have advanced in the gospel of Christ even unto you:
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
and not boasting in things without measure, in the labors of others, but having hope of your faith increasing among you, to be magnified according to our rule exceedingly,
16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
to preach the gospel in the regions beyond you, not to glory according to the rule of others in things made ready.
17 Ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω·
But he that glorieth, let him glory in the Lord;
18 οὐ γὰρ ὁ ἑαυτὸν ⸀συνιστάνων ἐκεῖνός ἐστιν δόκιμος, ἀλλὰ ὃν ὁ κύριος συνίστησιν.
for he that commends himself is not approved, but whom the Lord commends.

< Προς Κορινθιους Β΄ 10 >