< Προς Τιμοθεον Α΄ 1 >
1 Παῦλος ἀπόστολος ⸂Χριστοῦ Ἰησοῦ κατʼ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ ⸂Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
Παύλος, απόστολος Ιησού Χριστού, κατ' επιταγήν Θεού του Σωτήρος ημών και Κυρίου Ιησού Χριστού της ελπίδος ημών,
2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ ⸀πατρὸςκαὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
προς Τιμόθεον, το γνήσιον τέκνον εις την πίστιν· είη χάρις, έλεος, ειρήνη από Θεού Πατρός ημών και Χριστού Ιησού του Κυρίου ημών.
3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
Καθώς σε παρεκάλεσα απερχόμενος εις Μακεδονίαν, να προσμείνης εν Εφέσω, διά να παραγγείλης εις τινάς να μη ετεροδιδασκαλώσι
4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ⸀ἐκζητήσειςπαρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει—
μηδέ να προσέχωσιν εις μύθους και γενεαλογίας απεράντους, αίτινες προξενούσι φιλονεικίας μάλλον παρά την εις την πίστιν οικοδομήν του Θεού, ούτω πράττε·
5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
το δε τέλος της παραγγελίας είναι αγάπη εκ καθαράς καρδίας και συνειδήσεως αγαθής και πίστεως ανυποκρίτου,
6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,
από των οποίων αποπλανηθέντες τινές εξετράπησαν εις ματαιολογίαν.
7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
Θέλοντες να ήναι νομοδιδάσκαλοι, ενώ δεν νοούσιν ούτε όσα λέγουσιν ούτε περί τίνων διϊσχυρίζονται.
8 Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,
Εξεύρομεν δε ότι ο νόμος είναι καλός, εάν τις μεταχειρίζηται αυτόν νομίμως,
9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,
γνωρίζων τούτο, ότι ο νόμος δεν ετέθη διά τον δίκαιον, αλλά διά τους ανόμους και ανυποτάκτους, τους ασεβείς και αμαρτωλούς, τους ανοσίους και βεβήλους, τους πατροκτόνους και μητροκτόνους, τους ανδροφόνους,
10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
πόρνους, αρσενοκοίτας, ανδραποδιστάς, ψεύστας, επιόρκους, και ει τι άλλο αντιβαίνει εις την υγιαίνουσαν διδασκαλίαν,
11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
κατά το ευαγγέλιον της δόξης του μακαρίου Θεού, το οποίον εγώ ενεπιστεύθην.
12 ⸀Χάρινἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
Και ευχαριστώ τον ενδυναμώσαντά με Ιησούν Χριστόν τον Κύριον ημών, ότι ενέκρινε πιστόν και έταξεν εις την διακονίαν εμέ,
13 ⸀τὸπρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,
τον πρότερον όντα βλάσφημον και διώκτην και υβριστήν· ηλεήθην όμως, διότι αγνοών έπραξα εν απιστία,
14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
αλλ' υπερεπερίσσευσεν η χάρις του Κυρίου ημών μετά πίστεως και αγάπης της εν Χριστώ Ιησού.
15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ,
Πιστός ο λόγος και πάσης αποδοχής άξιος, ότι ο Ιησούς Χριστός ήλθεν εις τον κόσμον διά να σώση τους αμαρτωλούς, των οποίων πρώτος είμαι εγώ·
16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ⸂Χριστὸς Ἰησοῦς τὴν ⸀ἅπασανμακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον. (aiōnios )
αλλά διά τούτο ηλεήθην, διά να δείξη ο Ιησούς Χριστός εις εμέ πρώτον την πάσαν μακροθυμίαν, εις παράδειγμα των μελλόντων να πιστεύωσιν εις αυτόν εις ζωήν αιώνιον. (aiōnios )
17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, ⸀μόνῳθεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )
εις δε τον βασιλέα των αιώνων, τον άφθαρτον, τον αόρατον, τον μόνον σοφόν Θεόν, είη τιμή και δόξα εις τους αιώνας των αιώνων· αμήν. (aiōn )
18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα ⸀στρατεύῃἐν αὐταῖς τὴν καλὴν στρατείαν,
Ταύτην την παραγγελίαν παραδίδω εις σε, τέκνον Τιμόθεε, κατά τας προγενομένας προφητείας περί σου, να στρατεύης κατ' αυτάς την καλήν στρατείαν,
19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
έχων πίστιν και αγαθήν συνείδησιν, την οποίαν τινές αποβαλόντες εναυάγησαν εις την πίστιν·
20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν.
εκ των οποίων είναι ο Υμέναιος και Αλέξανδρος, τους οποίους παρέδωκα εις τον Σατανάν, διά να μάθωσι να μη βλασφημώσι.