< Προς Τιμοθεον Α΄ 6 >
1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
As many as are servants under a yoke, their own masters worthy of all honour let them reckon, that the name of God and the teaching may not be evil spoken of;
2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
and those having believing masters, let them not slight [them], because they are brethren, but rather let them serve, because they are stedfast and beloved, who of the benefit are partaking. These things be teaching and exhorting;
3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατʼ εὐσέβειαν διδασκαλίᾳ,
if any one be teaching otherwise, and do not consent to sound words — those of our Lord Jesus Christ — and to the teaching according to piety,
4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
he is proud, knowing nothing, but doting about questions and word-striving, out of which doth come envy, strife, evil-speakings, evil-surmisings,
5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν ⸀εὐσέβειαν
wranglings of men wholly corrupted in mind, and destitute of the truth, supposing the piety to be gain; depart from such;
6 ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας·
but it is great gain — the piety with contentment;
7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ⸀ὅτιοὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
for nothing did we bring into the world — [it is] manifest that we are able to carry nothing out;
8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
but having food and raiment — with these we shall suffice ourselves;
9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν·
and those wishing to be rich, do fall into temptation and a snare, and many desires, foolish and hurtful, that sink men into ruin and destruction,
10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
for a root of all the evils is the love of money, which certain longing for did go astray from the faith, and themselves did pierce through with many sorrows;
11 Σὺ δέ, ὦ ἄνθρωπε ⸀θεοῦ ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, ⸀πραϋπαθίαν
and thou, O man of God, these things flee, and pursue righteousness, piety, faith, love, endurance, meekness;
12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. (aiōnios )
be striving the good strife of the faith, be laying hold on the life age-during, to which also thou wast called, and didst profess the right profession before many witnesses. (aiōnios )
13 παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ ⸀ζῳογονοῦντοςτὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,
I charge thee, before God, who is making all things alive, and of Christ Jesus, who did testify before Pontius Pilate the right profession,
14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
that thou keep the command unspotted, unblameable, till the manifestation of our Lord Jesus Christ,
15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
which in His own times He shall shew — the blessed and only potentate, the King of the kings and Lord of the lords,
16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν. (aiōnios )
who only is having immortality, dwelling in light unapproachable, whom no one of men did see, nor is able to see, to whom [is] honour and might age-during! Amen. (aiōnios )
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶπλούτου ἀδηλότητι, ἀλλʼ ⸀ἐπὶ ⸀θεῷτῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, (aiōn )
Those rich in the present age charge thou not to be high-minded, nor to hope in the uncertainty of riches, but in the living God, who is giving to us all things richly for enjoyment; — (aiōn )
18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
to do good, to be rich in good works, to be ready to impart, willing to communicate,
19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ⸀ὄντωςζωῆς.
treasuring up to themselves a right foundation for the time to come, that they may lay hold on the life age-during.
20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
O Timotheus, the thing entrusted guard thou, avoiding the profane vain-words and opposition of the falsely-named knowledge,
21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις ⸂μεθʼ ὑμῶν⸃.
which certain professing — concerning the faith did swerve; the grace [is] with you. Amen.