< Προς Θεσσαλονικεις Α΄ 2 >
1 Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
For you know, brethren, our coming unto you, that it was not in vain:
2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.
but having suffered, and been abused, as you know, at Philippi, we were bold in our God to speak to you the gospel of God in much conflict.
3 ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲἐξ ἀκαθαρσίας ⸀οὐδὲ ἐν δόλῳ,
For our exhortation was not from delusion, nor from impurity, nor in guile:
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ ⸀θεῷτῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
but as we were approved of God that the gospel should be intrusted unto us, so we speak; not as pleasing men, but God who is proving our hearts,
5 οὔτε γάρ ποτε ἐνλόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ⸀ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς,
For at that time we were not in word of flattery, as you know, nor in a pretext of covetousness, God is our witness;
6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφʼ ὑμῶν οὔτε ἀπʼ ἄλλων,
nor seeking glory from men, nor from you, nor from others, being able to be burdensome, as the apostles of Christ;
7 δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι· ἀλλὰ ἐγενήθημεν ⸀ἤπιοιἐν μέσῳ ὑμῶν, ὡς ⸀ἐὰντροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα·
but we were gentle in the midst of you, as if a nurse may cherish her children;
8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ⸀ἐγενήθητε
being so desirous of you, that we are anxious not only to give the gospel of God, but our own souls, because you are beloved unto us.
9 Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· ⸀νυκτὸςκαὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.
For you remember, brethren, our labor and toil: night and day working, that we should burden no one of you, we preached unto you the gospel of God.
10 ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
You are witnesses, and God, how sacredly and righteously and blamelessly we were unto you who believed:
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
as you know, exhorting each one of you, as a father of his own children, and comforting you,
12 παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι, εἰς τὸ ⸀περιπατεῖνὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
and testifying, that you walk worthily of God, who calls you into his own kingdom and glory.
13 ⸀Καὶδιὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρʼ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθὼς ⸂ἀληθῶς ἐστὶν λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
And on account of this we also give thanks to God incessantly, because, receiving the word of God from us by hearing, you received it not as the word of men, but, as it truly is, the word of God, who indeed works in you who believe.
14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων
For ye, brethren, became imitators of the churches of God which are in Judea in Jesus Christ: because you suffered the same things from your fellow tribes, as they also from the Jews;
15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ ⸀τοὺςπροφήτας καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
who even killed the Lord Jesus and the prophets, and persecuted us, and are displeasing to God, and hostile to all men;
16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπʼ αὐτοὺς ἡ ⸀ὀργὴεἰς τέλος.
forbidding that we should speak to the Gentiles in order that they may be saved; that they may fill up their sins always: but the wrath is come upon them to the uttermost.
17 Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφʼ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
But, brethren, we having been absent from you for the space of an hour, in presence, not in heart, we were the more exceedingly anxious to see your face with much desire.
18 ⸀διότιἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.
Because we wish to come to you, I Paul indeed both once and twice; and Satan hindered me.
19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως— ἢ οὐχὶ καὶ ὑμεῖς— ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
For what is our hope, or joy, or crown of rejoicing, except you, in the presence of our Lord Jesus Christ at his coming?
20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.
For you are our glory and joy.