< Προς Θεσσαλονικεις Α΄ 1 >

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ ⸀εἰρήνη
Paul, and Silvanus, and Timothy, to the church of the Thessalonians in God the Father and the Lord Jesus Christ. Grace to you and peace.
2 Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν ⸀μνείανποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
We give thanks to God always for you all, making mention in our prayers;
3 μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
incessantly remembering your work of faith and labor of love and patience of hope of our Lord Jesus Christ, before God even our Father;
4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ ⸀θεοῦ τὴν ἐκλογὴν ὑμῶν,
knowing, brethren beloved of God, your election,
5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶἐνδυνάμει καὶ ἐν πνεύματι ἁγίῳ ⸀καὶ πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ⸀ἐν ὑμῖν διʼ ὑμᾶς·
because our gospel came not unto you in word only, but in power, and in the Holy Ghost, and in much assurance; as you know what sort we were among you for your sakes.
6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
And you became imitators of us, and the Lord, having received the word in much tribulation, with the joy of the Holy Ghost;
7 ὥστε γενέσθαι ὑμᾶς ⸀τύπονπᾶσιν τοῖς πιστεύουσιν ἐντῇ Μακεδονίᾳ καὶ ⸀ἐν τῇ Ἀχαΐᾳ.
so that you are an example to all the believers in Macedonia and in Achaia.
8 ἀφʼ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ ⸀καὶἈχαΐᾳ, ⸀ἀλλʼἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ⸂ἔχειν ἡμᾶς λαλεῖν τι·
For from you the word of the Lord echoed out, not only in Macedonia and in Achaia, but in every place your faith which is towards God has gone forth; so that we have no need to say any thing:
9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ,
for they proclaim concerning what kind of reception we had unto you; and how you turned to God from the idols, to serve the true and the living God,
10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκτῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ⸀ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
and to await his Son out of the heavens, whom he raised from the dead, Jesus the one delivering us from the wrath to come.

< Προς Θεσσαλονικεις Α΄ 1 >