< Πετρου Α΄ 5 >
1 Πρεσβυτέρους ⸀οὖνἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
I exhort the elders among you, I who am a fellow elder, a witness of the sufferings of Christ, and a partaker of the glory that will be revealed:
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντεςμὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
Shepherd the flock of God that is among you, exercising oversight, not under compulsion, but willingly; not for sordid gain, but eagerly.
3 μηδʼ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
Do not lord it over those entrusted to you, but be examples to the flock.
4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
And when the chief Shepherd appears, you will receive the unfading crown of glory.
5 ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοιςτὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
In the same way, you who are younger must submit to your elders. And all of you must clothe yourselves with humility as you submit to one another, for “God opposes the proud but gives grace to the humble.”
6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
Humble yourselves therefore under the mighty hand of God, so that he may exalt you in due time,
7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπʼ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
casting all your anxiety on him, because he cares for you.
8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα⸀καταπιεῖν
Be sober-minded and watchful; your adversary the devil walks around like a roaring lion, seeking whom he may devour.
9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷκόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
Resist him, standing firm in the faith, because you know that your brothers throughout the world are enduring the same kinds of suffering.
10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει στηρίξει, σθενώσει, ⸀θεμελιώσει (aiōnios )
And after you have suffered for a little while, may the God of all grace, who called you to his eternal glory in Christ Jesus, himself perfect you; he will establish, strengthen, and settle you. (aiōnios )
11 ⸀αὐτῷτὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων· ἀμήν. (aiōn )
To him be the glory and the power forever and ever. Amen. (aiōn )
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, διʼ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε
Through Silvanus, whom I regard as a faithful brother, I have written to you briefly, encouraging you and testifying that this is the true grace of God in which you stand.
13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
She who is in Babylon, who is chosen together with you, greets you, and so does my son Mark.
14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ
Greet one another with a kiss of love. Peace be with all of you who are in Christ Jesus. Amen.