< Πετρου Α΄ 1 >

1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
به غریبانی که پراکنده‌اند در پنطس وغلاطیه و قپدوقیه و آسیا و بطانیه؛۱
2 κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
برگزیدگان برحسب علم سابق خدای پدر، به تقدیس روح برای اطاعت و پاشیدن خون عیسی مسیح. فیض و سلامتی بر شما افزون باد.۲
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
متبارک باد خدا و پدر خداوند ما عیسی مسیح که بحسب رحمت عظیم خود ما رابوساطت برخاستن عیسی مسیح از مردگان از نوتولید نمود برای امید زنده،۳
4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
بجهت میراث بی‌فساد و بی‌آلایش و ناپژمرده که نگاه داشته شده است در آسمان برای شما؛۴
5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
که به قوت خدامحروس هستید به ایمان برای نجاتی که مهیاشده است تا در ایام آخر ظاهر شود.۵
6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ ⸀δέον⸀λυπηθέντεςἐν ποικίλοις πειρασμοῖς,
و در آن وجد می‌نمایید، هرچند در حال، اندکی از راه ضرورت در تجربه های گوناگون محزون شده‌اید،۶
7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ⸀πολυτιμότερονχρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ ⸂δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
تا آزمایش ایمان شما که از طلای فانی باآزموده شدن در آتش، گرانبهاتر است، برای تسبیح و جلال و اکرام یافت شود در حین ظهورعیسی مسیح.۷
8 ὃν οὐκ ⸀ἰδόντεςἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ⸀ἀγαλλιᾶσθεχαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
که او را اگرچه ندیده‌اید محبت می‌نمایید و الان اگرچه او را نمی بینید، لکن بر اوایمان آورده، وجد می‌نمایید با خرمی‌ای که نمی توان بیان کرد و پر از جلال است.۸
9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ⸀ὑμῶνσωτηρίαν ψυχῶν.
و انجام ایمان خود یعنی نجات جان خویش را می‌یابید.۹
10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
که درباره این نجات، انبیایی که از فیضی که برای شما مقرر بود، اخبار نمودند، تفتیش وتفحص می‌کردند۱۰
11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
و دریافت می‌نمودند که کدام و چگونه زمان است که روح مسیح که درایشان بود از آن خبر می‌داد، چون از زحماتی که برای مسیح مقرر بود و جلالهایی که بعد از آنهاخواهد بود، شهادت می‌داد؛۱۱
12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ⸀ὑμᾶςπνεύματι ἁγίῳ ἀποσταλέντι ἀπʼ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
و بدیشان مکشوف شد که نه به خود بلکه به ما خدمت می‌کردند، در آن اموری که شما اکنون از آنها خبریافته‌اید از کسانی که به روح‌القدس که از آسمان فرستاده شده است، بشارت داده‌اند و فرشتگان نیز مشتاق هستند که در آنها نظر کنند.۱۲
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
لهذا کمر دلهای خود را ببندید و هشیارشده، امید کامل آن فیضی را که در مکاشفه عیسی مسیح به شما عطا خواهد شد، بدارید.۱۳
14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
و چون ابنای اطاعت هستید، مشابه مشوید بدان شهواتی که در ایام جهالت می‌داشتید.۱۴
15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
بلکه مثل آن قدوس که شما را خوانده است، خود شما نیز درهر سیرت، مقدس باشید.۱۵
16 διότι γέγραπται ⸀ὅτιἍγιοι ⸀ἔσεσθε ὅτι ἐγὼ ⸀ἅγιος
زیرا مکتوب است: «مقدس باشید زیرا که من قدوسم.»۱۶
17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
و چون او را پدر می‌خوانید که بدون ظاهربینی برحسب اعمال هرکس داوری می‌نماید، پس هنگام غربت خود را با ترس صرف نمایید.۱۷
18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
زیرا می‌دانید که خریده شده‌اید از سیرت باطلی که از پدران خود یافته‌اید نه به چیزهای فانی مثل نقره و طلا،۱۸
19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
بلکه به خون گرانبها چون خون بره بی‌عیب و بی‌داغ یعنی خون مسیح،۱۹
20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπʼ ⸀ἐσχάτουτῶν χρόνων διʼ ὑμᾶς
که پیش از بنیاد عالم معین شد، لکن درزمان آخر برای شما ظاهر گردید،۲۰
21 τοὺς διʼ αὐτοῦ ⸀πιστοὺςεἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
که بوساطت او شما بر آن خدایی که او را از مردگان برخیزانیدو او را جلال داد، ایمان آورده‌اید تا ایمان و امیدشما بر خدا باشد.۲۱
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ⸀ἀληθείαςεἰς φιλαδελφίαν ἀνυπόκριτον ⸀ἐκκαρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
چون نفسهای خود را به اطاعت راستی طاهر ساخته‌اید تا محبت برادرانه بی‌ریا داشته باشید، پس یکدیگر را از دل بشدت محبت بنمایید.۲۲
23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ ⸀μένοντος (aiōn g165)
از آنرو که تولد تازه یافتید نه از تخم فانی بلکه از غیرفانی یعنی به کلام خدا که زنده وتا ابدالاباد باقی است. (aiōn g165)۲۳
24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ⸀αὐτῆςὡς ἄνθοςχόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ⸀ἄνθος ἐξέπεσεν·
زیرا که «هر بشری مانندگیاه است و تمام جلال او چون گل گیاه. گیاه پژمرده شد و گلش ریخت.۲۴
25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. (aiōn g165)
لکن کلمه خدا تاابدالاباد باقی است.» و این است آن کلامی که به شما بشارت داده شده است. (aiōn g165)۲۵

< Πετρου Α΄ 1 >