< Ιωαννου Α΄ 5 >
1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶπᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
Every one believing that Jesus is the Christ has been born of God: and every one loving with divine love him who begat, also loves him who has been begotten of him, with divine love.
2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ⸀ποιῶμεν
In this we know that we love the children of God with divine love, when we love God with divine love and keep his commandments.
3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
For this is the divine love of God, that we may keep his commandments: and his commandments are not heavy:
4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν·
because everything which has been born of God conquers the world: and this is the victory which has conquered the world, our faith.
5 τίς ⸂δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
Who is the one conquering the world, except the one believing that Jesus is the Son of God?
6 Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐντῷ ὕδατι μόνον ἀλλʼ ἐν τῷ ὕδατι καὶ ⸀ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
He is the one having come through water and blood, Jesus Christ; not by water only, but by water and blood; the Spirit is the one who bears witness, because the Spirit is the truth.
7 ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες,
Because there are three who are bearing witness,
8 τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
the Spirit and the water, and blood: and these three are one.
9 εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτιαὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ⸀ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
If we receive the witness of men, the witness of God is greater: because this is the witness of God that he has testified concerning his Son.
10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸀αὑτῷ ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
The one believing on the Son of God has the witness in himself: the one not believing God has made him a liar; because he has not believed in the testimony which God has testified concerning his Son.
11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ⸂ὁ θεὸς ἡμῖν, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. (aiōnios )
And this is the testimony, that God has given unto us eternal life, and this life is in his Son. (aiōnios )
12 ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
The one having the Son has the life; the one not having the Son of God has not the life.
13 Ταῦτα ἔγραψα ⸀ὑμῖνἵνα εἰδῆτε ὅτι ζωὴν ⸂ἔχετε αἰώνιον, ⸂τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. (aiōnios )
I have written these things unto you, in order that you may know that you have eternal life; to those who believe on the name of the Son of God. (aiōnios )
14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν.
And this is the assurance which we have toward him, that, if we may ask anything according to his will, he hears us.
15 καὶ ἐὰνοἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ⸀ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ⸀ἀπʼαὐτοῦ.
And if we know that he hears us as to whatsoever we may ask, we know that we have the petitions which we have asked from him.
16 ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
If any one may see his brother sinning a sin not unto death, he shall ask, and he will give him life to those sinning not unto death. There is a sin unto death; concerning this I do not say that you may ask.
17 πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
All unrighteousness is sin: and there is sin not unto death.
18 Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸀αὐτόν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
We know that every one who has been born of God, sins not; but the one having been born of God keeps himself, and the evil one does not touch him.
19 οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
We know that we are of God, and the whole world lies in the evil one.
20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα ⸀γινώσκωμεντὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος. (aiōnios )
But we know that the Son of God has come and has given unto us intelligence, that we know the truth. And we are in the true one, in his Son Jesus Christ; he is the true God, and eternal life. (aiōnios )
21 Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν ⸀εἰδώλων
Little children, keep yourselves from the idols.