< Ιωαννου Α΄ 4 >

1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Αγαπητοί, μη πιστεύετε εις παν πνεύμα, αλλά δοκιμάζετε τα πνεύματα εν ήναι εκ του Θεού· διότι πολλοί ψευδοπροφήται εξήλθον εις τον κόσμον.
2 ἐν τούτῳ ⸀γινώσκετετὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν,
Εκ τούτου γνωρίζετε το Πνεύμα του Θεού· παν πνεύμα, το οποίον ομολογεί ότι ο Ιησούς Χριστός ήλθεν εν σαρκί, είναι εκ του Θεού·
3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ ⸀τὸν⸀Ἰησοῦνἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.
και παν πνεύμα, το οποίον δεν ομολογεί ότι ο Ιησούς Χριστός ήλθεν εν σαρκί, δεν είναι εκ του Θεού· και τούτο είναι το πνεύμα του αντιχρίστου, το οποίον ηκούσατε ότι έρχεται, και τώρα μάλιστα είναι εν τω κόσμω.
4 ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ·
Σεις εκ του Θεού είσθε, τεκνία, και ενικήσατε αυτούς, διότι μεγαλήτερος είναι εκείνος όστις είναι εν υμίν παρά όστις είναι εν τω κόσμω.
5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.
Αυτοί εκ του κόσμου είναι· διά τούτο εκ του κόσμου λαλούσι, και ο κόσμος αυτούς ακούει.
6 ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.
Ημείς εκ του Θεού είμεθα· όστις γνωρίζει τον Θεόν ακούει ημάς· όστις δεν είναι εκ του Θεού δεν ακούει ημάς. Εκ τούτου γνωρίζομεν το πνεύμα της αληθείας και το πνεύμα της πλάνης.
7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν.
Αγαπητοί, ας αγαπώμεν αλλήλους, διότι η αγάπη είναι εκ του Θεού, και πας όστις αγαπά εκ του Θεού εγεννήθη και γνωρίζει τον Θεόν.
8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
Όστις δεν αγαπά δεν εγνώρισε τον Θεόν, διότι ο Θεός είναι αγάπη.
9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν διʼ αὐτοῦ.
Εν τούτω εφανερώθη η αγάπη του Θεού προς ημάς, ότι τον Υιόν αυτού τον μονογενή απέστειλεν ο Θεός εις τον κόσμον, διά να ζήσωμεν δι' αυτού.
10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ⸀ἠγαπήκαμεντὸν θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
Εν τούτω είναι η αγάπη, ουχί ότι ημείς ηγαπήσαμεν τον Θεόν, αλλ' ότι αυτός ηγάπησεν ημάς και απέστειλε τον Υιόν αυτού ιλασμόν περί των αμαρτιών ημών.
11 ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Αγαπητοί επειδή ούτως ηγάπησεν ημάς ο Θεός και ημείς χρεωστούμεν να αγαπώμεν αλλήλους.
12 θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ⸂ἐν ἡμῖν τετελειωμένη ἐστιν.
Τον Θεόν ουδείς είδε πώποτε· εάν αγαπώμεν αλλήλους, ο Θεός μένει εν ημίν, και η αγάπη αυτού είναι τετελειωμένη εν ημίν.
13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
Εκ τούτου γνωρίζομεν ότι εν αυτώ μένομεν και αυτός εν ημίν, διότι εκ του Πνεύματος αυτού έδωκεν εις ημάς.
14 καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
Και ημείς είδομεν και μαρτυρούμεν ότι ο Πατήρ απέστειλε τον Υιόν Σωτήρα του κόσμου.
15 ὃς ⸀ἐὰνὁμολογήσῃ ὅτι ⸀Ἰησοῦςἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.
Όστις ομολογήση ότι ο Ιησούς είναι ο Υιός του Θεού, ο Θεός μένει εν αυτώ και αυτός εν τω Θεώ.
16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ ⸀μένει.
Και ημείς εγνωρίσαμεν και επιστεύσαμεν την αγάπην την οποίαν έχει ο Θεός προς ημάς. Ο Θεός είναι αγάπη, και όστις μένει εν τη αγάπη εν τω Θεώ μένει και ο Θεός εν αυτώ.
17 ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
Εν τούτω είναι τετελειωμένη η αγάπη μεθ' ημών, διά να έχωμεν παρρησίαν εν τη ημέρα της κρίσεως, διότι καθώς εκείνος είναι, ούτω και ημείς είμεθα εν τω κόσμω τούτω.
18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.
Φόβος δεν είναι εν τη αγάπη, αλλ' η τελεία αγάπη έξω διώκει τον φόβον, διότι ο φόβος έχει κόλασιν· και ο φοβούμενος δεν είναι τετελειωμένος εν τη αγάπη.
19 ἡμεῖς ⸀ἀγαπῶμεν ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
Ημείς αγαπώμεν αυτόν, διότι αυτός πρώτος ηγάπησεν ημάς.
20 ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐ ἑώρακεν ⸀οὐ δύναται ἀγαπᾶν.
Εάν τις είπη ότι αγαπώ τον Θεόν, και μισή τον αδελφόν αυτού, ψεύστης είναι· διότι όστις δεν αγαπά τον αδελφόν αυτού, τον οποίον είδε, τον Θεόν, τον οποίον δεν είδε πως δύναται να αγαπά;
21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Και ταύτην την εντολήν έχομεν απ' αυτού, όστις αγαπά τον Θεόν, να αγαπά και τον αδελφόν αυτού.

< Ιωαννου Α΄ 4 >