< Προς Κορινθιους Α΄ 9 >
1 Οὐκ εἰμὶ ⸂ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
Am I not free? am I not an apostle? have I not seen the Lord Jesus? are you not my work in the Lord?
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς ⸂μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
If I am not an apostle to others, but I am to you at least: for you are the seal of my apostleship in the Lord.
3 Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ⸂ἐστιν αὕτη.
My defence to those calling me in question is this.
4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν
Have we not a right to eat and drink?
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
Have we not a right to lead about a sister as a wife, as the other apostles also, and the brothers of the Lord, and Cephas?
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴἐργάζεσθαι;
Have I and Barnabas alone not the right to forbear working?
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει; ⸀τίςποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
Whoever goes to war at his own charges? who plants a vineyard, and does not eat the fruit of it? or who shepherdizes a flock, and does not eat of the milk of the flock?
8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ λέγει;
Whether do I speak these things according to a man? or does not the law indeed say these things?
9 ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσειςβοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
For in the law of Moses it has been written, Thou shalt not muzzle the ox that plows. Is there a care to God for oxen,
10 ἢ διʼ ἡμᾶς πάντως λέγει; διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπʼ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπʼ ἐλπίδι τοῦ μετέχειν.
or does he speak it altogether on account of us? For it was written on account of us, That the one plowing ought to plow in hope, and the one threshing in hope of partaking.
11 εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
If we have sown unto you spiritual things, is it a great thing if we shall reap your carnal things?
12 εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ⸂τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
If others partake of your bounty, shall not we the more? But we have not used this privilege, but we bear all things, in order that we may not give a hindrance to the gospel of Christ.
13 οὐκ οἴδατε ὅτι οἱ τὰἱερὰ ἐργαζόμενοι ⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντεςτῷ θυσιαστηρίῳ συμμερίζονται;
Do you not know that those working in the sacrifices eat those things of the temple; and those serving the altar partake of the altar?
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
So also the Lord has commanded those preaching the gospel to live of the gospel.
15 Ἐγὼ δὲ ⸂οὐ κέχρημαι οὐδενὶ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου ⸂οὐδεὶς κενώσει.
But I have used none of these things. But I have not written these things that it may be so in me: for it is good for me rather to die than that any one shall make void my boasting.
16 ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρμοι ἐπίκειται· οὐαὶ ⸀γάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι
For if I preach the gospel, there is no boasting to me; for necessity is laid upon me; for woe is unto me, if I may not preach the gospel.
17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
For if I do this willingly, I have a reward: but if unwillingly, I have been intrusted with a dispensation.
18 τίς οὖν ⸀μούἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ ⸀εὐαγγέλιον εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
Then what is my reward? that preaching the gospel, I may render the gospel free from charge, in order that I may not use my right in the gospel.
19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
For being free from all, I rendered myself servant to all, that I may gain the more.
20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
And to the Jews I became as a Jew, that I may gain the Jews; to those under the law, as under the law, not myself being under law, that I may gain those under the law;
21 τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ⸀θεοῦἀλλʼ ἔννομος ⸀Χριστοῦ ἵνα ⸀κερδάνω⸀τοὺςἀνόμους·
to those without law, I became as without law, not being without the law of God, but under the law of Christ, that I may gain those without law.
22 ἐγενόμην τοῖς ⸀ἀσθενέσινἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν ⸀γέγοναπάντα, ἵνα πάντως τινὰς σώσω.
To the weak I became as weak, that I may gain the weak. I became all things to all men, that I may indeed save some.
23 ⸀πάνταδὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
But I do all these things for the sake of the gospel, that I may be its fellow-partaker.
24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
Do you not know that those running in the stadium, indeed all run, and one receives the prize? So run, that you may receive it.
25 πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
But every one contesting is abstinent in all things, they indeed also that they may receive a corruptible crown, but we an incorruptible.
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
I therefore so run, not as uncertainly, do I thus fight not as beating the air:
27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
but I keep my body under, and enslave it, lest having preached the gospel to others, I myself may become disapproved.