< Προς Τιτον 1 >

1 Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν
Παύλος, δούλος Θεού, απόστολος δε Ιησού Χριστού κατά την πίστιν των εκλεκτών του Θεού και την επίγνωσιν της αληθείας της κατ' ευσέβειαν
2 ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, (aiōnios g166)
επ' ελπίδι ζωής αιωνίου, την οποίαν υπεσχέθη ο αψευδής Θεός προ χρόνων αιωνίων, (aiōnios g166)
3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ,
εφανέρωσε δε εν καιροίς ωρισμένοις τον λόγον αυτού διά του κηρύγματος, το οποίον ενεπιστεύθην εγώ κατ' επιταγήν του σωτήρος ημών Θεού,
4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν.
προς Τίτον, γνήσιον τέκνον κατά κοινήν ημών πίστιν· είη χάρις, έλεος, ειρήνη από Θεού Πατρός και Κυρίου Ιησού Χριστού του Σωτήρος ημών.
5 Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
Διά τούτο σε αφήκα εν Κρήτη, διά να διορθώσης τα ελλείποντα και να καταστήσης εν πάση πόλει πρεσβυτέρους, καθώς εγώ σε διέταξα,
6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
όστις είναι ανέγκλητος, μιας γυναικός ανήρ, έχων τέκνα πιστά, μη κατηγορούμενα ως άσωτα ή ανυπότακτα.
7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
Διότι πρέπει ο επίσκοπος να ήναι ανέγκλητος, ως οικονόμος Θεού, μη αυθάδης, μη οργίλος, μη μέθυσος, μη πλήκτης, μη αισχροκερδής,
8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
αλλά φιλόξενος, φιλάγαθος, σώφρων, δίκαιος, όσιος, εγκρατής,
9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
προσκεκολλημένος εις τον πιστόν λόγον της διδασκαλίας, διά να ήναι δυνατός και να προτρέπη διά της υγιαινούσης διδασκαλίας και να εξελέγχη τους αντιλέγοντας.
10 Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
Διότι υπάρχουσι πολλοί και ανυπότακτοι ματαιολόγοι και φρενοπλάνοι, μάλιστα οι εκ της περιτομής,
11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
τους οποίους πρέπει να αποστομόνωμεν, οίτινες ανατρέπουσιν ολοκλήρους οίκους, διδάσκοντες όσα δεν πρέπει, χάριν αισχρού κέρδους.
12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
Είπε τις αυτών προφήτης ίδιος αυτών· Οι Κρήτες είναι πάντοτε ψεύσται, κακά θηρία, γαστέρες αργαί.
13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
Η μαρτυρία αύτη είναι αληθινή. Διά την οποίαν αιτίαν έλεγχε αυτούς αποτόμως, διά να υγιαίνωσιν εν τη πίστει,
14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
και να μη προσέχωσιν εις Ιουδαϊκούς μύθους και εντολάς ανθρώπων αποστρεφομένων την αλήθειαν.
15 πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
Εις μεν τους καθαρούς πάντα είναι καθαρά· εις δε τους μεμιασμένους και απίστους ουδέν καθαρόν, αλλά και ο νούς αυτών και η συνείδησις είναι μεμιασμένα.
16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
Ομολογούσιν ότι γνωρίζουσι τον Θεόν, με τα έργα όμως αρνούνται, βδελυκτοί όντες και απειθείς και εις παν έργον αγαθόν αδόκιμοι.

< Προς Τιτον 1 >