< Προς Ρωμαιους 9 >
1 Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συνμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ,
I seie treuthe in Crist Jhesu, Y lye not, for my conscience berith witnessyng to me in the Hooli Goost,
2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου.
for greet heuynesse is to me, and contynuel sorewe to my herte.
3 ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα,
For Y my silf desiride to be departid fro Crist for my britheren, that ben my cosyns aftir the fleisch, that ben men of Israel;
4 οἵτινές εἰσιν Ἰσραηλεῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι,
whos is adopcioun of sones, and glorie, and testament, and yyuyng of the lawe, and seruyce, and biheestis;
5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. (aiōn )
whos ben the fadris, and of which is Crist after the fleisch, that is God aboue alle thingis, blessid in to worldis. (aiōn )
6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ·
Amen. But not that the word of God hath falle doun. For not alle that ben of Israel, these ben Israelitis.
7 οὐδ’ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλ’ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
Nethir thei that ben seed of Abraham, `alle ben sonys; but in Ysaac the seed schal be clepid to thee;
8 τοῦτ’ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.
that is to seie, not thei that ben sones of the fleisch, ben sones of God, but thei that ben sones of biheeste ben demed in the seed.
9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός.
For whi this is the word of biheest, Aftir this tyme Y schal come, and a sone schal be to Sare.
10 οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν·
And not oneli sche, but also Rebecca hadde twey sones of o liggyng bi of Ysaac, oure fadir.
11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ,
And whanne thei weren not yit borun, nether hadden don ony thing of good ether of yuel, that the purpos of God schulde dwelle bi eleccioun,
12 οὐκ ἐξ ἔργων ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι·
not of werkis, but of God clepynge, it was seid to hym,
13 καθάπερ γέγραπται Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
that the more schulde serue the lesse, as it is writun, Y louede Jacob, but Y hatide Esau.
14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο.
What therfor schulen we seie? Whether wickidnesse be anentis God?
15 τῷ Μωϋσεῖ γὰρ λέγει Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.
God forbede. For he seith to Moyses, Y schal haue merci on whom Y haue merci; and Y schal yyue merci on whom Y schal haue merci.
16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος Θεοῦ.
Therfor it is not nether of man willynge, nethir rennynge, but of God hauynge mercy.
17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
And the scripture seith to Farao, For to this thing Y haue stirid thee, that Y schewe in thee my vertu, and that my name be teld in al erthe.
18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει.
Therfor of whom God wole, he hath merci; and whom he wole, he endurith.
19 Ἐρεῖς μοι οὖν Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;
Thanne seist thou to me, What is souyt yit? for who withstondith his wille?
20 ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως;
O! man, who art thou, that answerist to God? Whether a maad thing seith to hym that made it, What hast thou maad me so?
21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
Whether a potter of cley hath not power to make of the same gobet o vessel in to honour, an othere in to dispit?
22 εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν,
That if God willynge to schewe his wraththe, and to make his power knowun, hath suffrid in greet pacience vessels of wraththe able in to deth,
23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
to schewe the riytchessis of his glorie in to vessels of merci, whiche he made redi in to glorie.
24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;
Whiche also he clepide not oneli of Jewis, but also of hethene men, as he seith in Osee,
25 ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην·
Y schal clepe not my puple my puple, and not my loued my louyd, and not getynge mercy getynge merci;
26 καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
and it schal be in the place, where it is seid to hem, Not ye my puple, there thei schulen be clepid the sones of `God lyuynge.
27 Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται·
But Isaye crieth for Israel, If the noumbre of Israel schal be as grauel of the see, the relifs schulen be maad saaf.
28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει Κύριος ἐπὶ τῆς γῆς.
Forsothe a word makynge an ende, and abreggynge in equyte, for the Lord schal make a word breggid on al the erthe.
29 καὶ καθὼς προείρηκεν Ἡσαΐας Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
And as Ysaye bifor seide, But God of oostis hadde left to vs seed, we hadden be maad as Sodom, and we hadden be lijk as Gommor.
30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως·
Therfor what schulen we seie? That hethene men that sueden not riytwisnesse, han gete riytwisnesse, yhe, the riytwisnesse that is of feith.
31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
But Israel suynge the lawe of riytwisnesse, cam not parfitli in to the lawe of riytwisnesse.
32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ ἔργων· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
Whi? For not of feith, but as of werkys. And thei spurneden ayens the stoon of offencioun,
33 καθὼς γέγραπται Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.
as it is writun, Lo! Y putte a stoon of offensioun in Syon, and a stoon of sclaundre; and ech that schal bileue `in it, schal not be confoundid.