< Προς Ρωμαιους 3 >
1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
τι ουν το περισσον του ιουδαιου η τισ η ωφελεια τησ περιτομησ
2 πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.
πολυ κατα παντα τροπον πρωτον μεν γαρ οτι επιστευθησαν τα λογια του θεου
3 τί γάρ; εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;
τι γαρ ει ηπιστησαν τινεσ μη η απιστια αυτων την πιστιν του θεου καταργησει
4 μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθάπερ γέγραπται Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
μη γενοιτο γινεσθω δε ο θεοσ αληθησ πασ δε ανθρωποσ ψευστησ καθωσ γεγραπται οπωσ αν δικαιωθησ εν τοισ λογοισ σου και νικησησ εν τω κρινεσθαι σε
5 εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω.
ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικοσ ο θεοσ ο επιφερων την οργην κατα ανθρωπον λεγω
6 μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
μη γενοιτο επει πωσ κρινει ο θεοσ τον κοσμον
7 εἰ δὲ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
ει γαρ η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εισ την δοξαν αυτου τι ετι καγω ωσ αμαρτωλοσ κρινομαι
8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
και μη καθωσ βλασφημουμεθα και καθωσ φασιν τινεσ ημασ λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν
9 Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι,
τι ουν προεχομεθα ου παντωσ προητιασαμεθα γαρ ιουδαιουσ τε και ελληνασ παντασ υφ αμαρτιαν ειναι
10 καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς,
καθωσ γεγραπται οτι ουκ εστιν δικαιοσ ουδε εισ
11 οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν·
ουκ εστιν ο συνιων ουκ εστιν ο εκζητων τον θεον
12 πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ὁ ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
παντεσ εξεκλιναν αμα ηχρειωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εωσ ενοσ
13 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
ταφοσ ανεωγμενοσ ο λαρυγξ αυτων ταισ γλωσσαισ αυτων εδολιουσαν ιοσ ασπιδων υπο τα χειλη αυτων
14 ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
ων το στομα αρασ και πικριασ γεμει
15 ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
οξεισ οι ποδεσ αυτων εκχεαι αιμα
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
συντριμμα και ταλαιπωρια εν ταισ οδοισ αυτων
17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
και οδον ειρηνησ ουκ εγνωσαν
18 οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
ουκ εστιν φοβοσ θεου απεναντι των οφθαλμων αυτων
19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ·
οιδαμεν δε οτι οσα ο νομοσ λεγει τοισ εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικοσ γενηται πασ ο κοσμοσ τω θεω
20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσισ αμαρτιασ
21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
νυνι δε χωρισ νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων
22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστιν διαστολή·
δικαιοσυνη δε θεου δια πιστεωσ ιησου χριστου εισ παντασ και επι παντασ τουσ πιστευοντασ ου γαρ εστιν διαστολη
23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
παντεσ γαρ ημαρτον και υστερουνται τησ δοξησ του θεου
24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·
δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια τησ απολυτρωσεωσ τησ εν χριστω ιησου
25 ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
ον προεθετο ο θεοσ ιλαστηριον δια τησ πιστεωσ εν τω αυτου αιματι εισ ενδειξιν τησ δικαιοσυνησ αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων
26 ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
εν τη ανοχη του θεου προσ ενδειξιν τησ δικαιοσυνησ αυτου εν τω νυν καιρω εισ το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεωσ ιησου
27 Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
που ουν η καυχησισ εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεωσ
28 λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου.
λογιζομεθα ουν πιστει δικαιουσθαι ανθρωπον χωρισ εργων νομου
29 ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν,
η ιουδαιων ο θεοσ μονον ουχι δε και εθνων ναι και εθνων
30 εἴπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
επειπερ εισ ο θεοσ οσ δικαιωσει περιτομην εκ πιστεωσ και ακροβυστιαν δια τησ πιστεωσ
31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν.
νομον ουν καταργουμεν δια τησ πιστεωσ μη γενοιτο αλλα νομον ιστωμεν