< Προς Ρωμαιους 2 >
1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.
διο αναπολογητοσ ει ω ανθρωπε πασ ο κρινων εν ω γαρ κρινεισ τον ετερον σεαυτον κατακρινεισ τα γαρ αυτα πρασσεισ ο κρινων
2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.
οιδαμεν δε οτι το κριμα του θεου εστιν κατα αληθειαν επι τουσ τα τοιαυτα πρασσοντασ
3 λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ;
λογιζη δε τουτο ω ανθρωπε ο κρινων τουσ τα τοιαυτα πρασσοντασ και ποιων αυτα οτι συ εκφευξη το κριμα του θεου
4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
η του πλουτου τησ χρηστοτητοσ αυτου και τησ ανοχησ και τησ μακροθυμιασ καταφρονεισ αγνοων οτι το χρηστον του θεου εισ μετανοιαν σε αγει
5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ,
κατα δε την σκληροτητα σου και αμετανοητον καρδιαν θησαυριζεισ σεαυτω οργην εν ημερα οργησ και αποκαλυψεωσ και δικαιοκρισιασ του θεου
6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
οσ αποδωσει εκαστω κατα τα εργα αυτου
7 τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον· (aiōnios )
τοισ μεν καθ υπομονην εργου αγαθου δοξαν και τιμην και αφθαρσιαν ζητουσιν ζωην αιωνιον (aiōnios )
8 τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός.
τοισ δε εξ εριθειασ και απειθουσιν μεν τη αληθεια πειθομενοισ δε τη αδικια θυμοσ και οργη
9 θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·
θλιψισ και στενοχωρια επι πασαν ψυχην ανθρωπου του κατεργαζομενου το κακον ιουδαιου τε πρωτον και ελληνοσ
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
δοξα δε και τιμη και ειρηνη παντι τω εργαζομενω το αγαθον ιουδαιω τε πρωτον και ελληνι
11 οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ Θεῷ.
ου γαρ εστιν προσωποληψια παρα τω θεω
12 Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·
οσοι γαρ ανομωσ ημαρτον ανομωσ και απολουνται και οσοι εν νομω ημαρτον δια νομου κριθησονται
13 οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.
ου γαρ οι ακροαται του νομου δικαιοι παρα τω θεω αλλ οι ποιηται του νομου δικαιωθησονται
14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος·
οταν γαρ εθνη τα μη νομον εχοντα φυσει τα του νομου ποιη ουτοι νομον μη εχοντεσ εαυτοισ εισιν νομοσ
15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
οιτινεσ ενδεικνυνται το εργον του νομου γραπτον εν ταισ καρδιαισ αυτων συμμαρτυρουσησ αυτων τησ συνειδησεωσ και μεταξυ αλληλων των λογισμων κατηγορουντων η και απολογουμενων
16 ἐν ᾗ ἡμέρᾳ κρίνει ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.
εν ημερα οτε κρινει ο θεοσ τα κρυπτα των ανθρωπων κατα το ευαγγελιον μου δια ιησου χριστου
17 Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ
ιδε συ ιουδαιοσ επονομαζη και επαναπαυη τω νομω και καυχασαι εν θεω
18 καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου,
και γινωσκεισ το θελημα και δοκιμαζεισ τα διαφεροντα κατηχουμενοσ εκ του νομου
19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,
πεποιθασ τε σεαυτον οδηγον ειναι τυφλων φωσ των εν σκοτει
20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ·
παιδευτην αφρονων διδασκαλον νηπιων εχοντα την μορφωσιν τησ γνωσεωσ και τησ αληθειασ εν τω νομω
21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;
ο ουν διδασκων ετερον σεαυτον ου διδασκεισ ο κηρυσσων μη κλεπτειν κλεπτεισ
22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;
ο λεγων μη μοιχευειν μοιχευεισ ο βδελυσσομενοσ τα ειδωλα ιεροσυλεισ
23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;
οσ εν νομω καυχασαι δια τησ παραβασεωσ του νομου τον θεον ατιμαζεισ
24 τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.
το γαρ ονομα του θεου δι υμασ βλασφημειται εν τοισ εθνεσιν καθωσ γεγραπται
25 περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.
περιτομη μεν γαρ ωφελει εαν νομον πρασσησ εαν δε παραβατησ νομου ησ η περιτομη σου ακροβυστια γεγονεν
26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
εαν ουν η ακροβυστια τα δικαιωματα του νομου φυλασση ουχι η ακροβυστια αυτου εισ περιτομην λογισθησεται
27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
και κρινει η εκ φυσεωσ ακροβυστια τον νομον τελουσα σε τον δια γραμματοσ και περιτομησ παραβατην νομου
28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή·
ου γαρ ο εν τω φανερω ιουδαιοσ εστιν ουδε η εν τω φανερω εν σαρκι περιτομη
29 ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ Θεοῦ.
αλλ ο εν τω κρυπτω ιουδαιοσ και περιτομη καρδιασ εν πνευματι ου γραμματι ου ο επαινοσ ουκ εξ ανθρωπων αλλ εκ του θεου