< Προς Ρωμαιους 12 >

1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν τῷ Θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν·
Σας παρακαλώ λοιπόν, αδελφοί, διά των οικτιρμών του Θεού, να παραστήσητε τα σώματά σας θυσίαν ζώσαν, αγίαν, ευάρεστον εις τον Θεόν, ήτις είναι η λογική σας λατρεία,
2 καὶ μὴ συνσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. (aiōn g165)
και μη συμμορφόνεσθε με τον αιώνα τούτον, αλλά μεταμορφόνεσθε διά της ανακαινίσεως του νοός σας, ώστε να δοκιμάζητε τι είναι το θέλημα του Θεού, το αγαθόν και ευάρεστον και τέλειον. (aiōn g165)
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως.
Διότι λέγω διά της χάριτος της εις εμέ δοθείσης προς πάντα όστις είναι μεταξύ σας, να μη φρονή υψηλότερα παρ' ό, τι πρέπει να φρονή, αλλά να φρονή ώστε να σωφρονή, κατά το μέτρον της πίστεως, το οποίον ο Θεός εμοίρασεν εις έκαστον.
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
Διότι καθώς έχομεν εν ενί σώματι μέλη πολλά, πάντα δε τα μέλη δεν έχουσι το αυτό έργον,
5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.
ούτω και ημείς οι πολλοί εν σώμα είμεθα εν Χριστώ, ο δε καθείς μέλη αλλήλων.
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως·
Έχοντες δε χαρίσματα διάφορα κατά την δοθείσαν εις ημάς χάριν, είτε προφητείαν, ας προφητεύωμεν κατά την αναλογίαν της πίστεως,
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ·
είτε διακονίαν, ας καταγινώμεθα εις την διακονίαν, είτε διδάσκει τις, ας καταγίνηται εις την διδασκαλίαν,
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι.
είτε προτρέπει τις, εις την προτροπήν· ο μεταδίδων, ας μεταδίδη εν απλότητι, ο προϊστάμενος ας προΐσταται μετ' επιμελείας, ο ελεών ας ελεή εν ιλαρότητι.
9 ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ·
Η αγάπη ας ήναι ανυπόκριτος. Αποστρέφεσθε το πονηρόν, προσκολλάσθε εις το αγαθόν,
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
γίνεσθε προς αλλήλους φιλόστοργοι διά της φιλαδελφίας, προλαμβάνοντες να τιμάτε αλλήλους,
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες,
εις την σπουδήν άοκνοι, κατά το πνεύμα ζέοντες, τον Κύριον δουλεύοντες,
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
εις την ελπίδα χαίροντες, εις την θλίψιν υπομένοντες, εις την προσευχήν προσκαρτερούντες,
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
εις τας χρείας των αγίων μεταδίδοντες, την φιλοξενίαν ακολουθούντες.
14 εὐλογεῖτε τοὺς διώκοντας, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Ευλογείτε τους καταδιώκοντας υμάς, ευλογείτε και μη καταράσθε.
15 χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
Χαίρετε μετά χαιρόντων και κλαίετε μετά κλαιόντων.
16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.
Έχετε προς αλλήλους το αυτό φρόνημα. Μη υψηλοφρονείτε, αλλά συγκαταβαίνετε εις τους ταπεινούς. Μη φαντάζεσθε εαυτούς φρονίμους.
17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
Εις μηδένα μη ανταποδίδετε κακόν αντί κακού· προνοείτε τα καλά ενώπιον πάντων ανθρώπων·
18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
ει δυνατόν, όσον το αφ' υμών ειρηνεύετε μετά πάντων ανθρώπων.
19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
Μη εκδικήτε εαυτούς, αγαπητοί, αλλά δότε τόπον τη οργή· διότι είναι γεγραμμένον· εις εμέ ανήκει η εκδίκησις, εγώ θέλω κάμει ανταπόδοσιν, λέγει Κύριος.
20 ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Εάν λοιπόν πεινά ο εχθρός σου, τρέφε αυτόν, εάν διψά, πότιζε αυτόν· διότι πράττων τούτο θέλεις σωρεύσει άνθρακας πυρός επί την κεφαλήν αυτού.
21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Μη νικάσαι υπό του κακού, αλλά νίκα διά του αγαθού το κακόν.

< Προς Ρωμαιους 12 >