< Αποκαλυψις Ιωαννου 7 >

1 Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
And after this, I saw four angels standing on the four corners of the earth, holding the four winds of the earth, that no wind should blow on the earth, nor on the sea, nor on any tree.
2 καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
And I saw another angel coming up from the rising of the sun, having the seal of the living God; and he cried with a loud voice to the four angels, to whom it was given to hurt the earth and the sea,
3 λέγων Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
saying, Hurt not the earth, nor the sea, nor the trees, till we have sealed the servants of our God on their foreheads.
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
And I heard the number of the sealed. A hundred and forty-four thousand were sealed out of all the tribes of the sons of Israel.
5 ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
Out of the tribe of Judah were sealed twelve thousand; out of the tribe of Reuben, twelve thousand; out of the tribe of Gad, twelve thousand;
6 ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
out of the tribe of Asher, twelve thousand; out of the tribe of Naphtali, twelve thousand; out of the tribe of Manasseh, twelve thousand;
7 ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Λευεὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰσσαχὰρ δώδεκα χιλιάδες,
out of the tribe of Simeon, twelve thousand; out of the tribe of Levi, twelve thousand; out of the tribe of Issachar, twelve thousand;
8 ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες, ἐκ φυλῆς Βενιαμεὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.
out of the tribe of Zebulun, twelve thousand; out of the tribe of Joseph, twelve thousand; out of the tribe of Benjamin twelve thousand were sealed.
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ Ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
After these things I saw, and lo! a great multitude, which no one could number, out of every nation and all tribes and peoples and tongues, standing before the throne and before the Lamb, clothed in white robes, and palms in their hands.
10 καὶ κράζουσιν φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ.
And they cry with a loud voice, saying, Salvation to our God who sitteth upon the throne, and to the Lamb.
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ,
And all the angels were standing around the throne and the elders and the four living creatures, and they fell before the throne on their faces, and worshipped God,
12 λέγοντες Ἀμήν, ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn g165)
saying, Amen; the blessing, and the glory, and the wisdom, and the thanksgiving, and the honor, and the power, and the might, be to our God, for ever and ever. (aiōn g165)
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
And one of the elders answered, saying to me, These who are clothed in the white robes, who are they, and whence came they?
14 καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ Ἀρνίου.
And I said to him, My lord, thou knowest. And he said to me, These are they who come out of the great tribulation, and they washed their robes and made them white in the blood of the Lamb.
15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς.
Therefore are they before the throne of God, and serve him day and night in his temple; and he that sitteth on the throne will make his abode with them.
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
They shall hunger no more, nor thirst any more; neither shall the sun fall upon them, nor any burning heat;
17 ὅτι τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
for the Lamb who is in the midst before the throne is a shepherd to them, and leadeth them to the fountains of the waters of life; and God will wipe away every tear from their eyes.

< Αποκαλυψις Ιωαννου 7 >